3
κακὰψεύδεσθαι νομιζέτω τὸν λόγον, καθ' ὃν ἐν τοῖς τελευταίοις ἔφαμεν χρόνοις ἐπιλάμψαι τῷ βίῳτὸν κύριον. ἐρεῖ γὰρ ὁ ἀντιλέγων τυχὸν, ὅτιτὸν ἀναμείναντα τοὺς χρόνους πρὸς τὴν τῆς κακίαςφανέρωσιν, ὅπως αὐξηθεῖσαν αὐτὴν ἐξέλῃ προθέλυμνον,πᾶσαν εἰκὸς αὐτὴν ἀνῃρηκέναι, ὡς μηδὲν αὐτῆςὑπολειφθῆναι τῷ βίῳ λειψανόν. νυνὶ δὲ καὶ φόνοι1133 καὶ κλοπαὶ καὶ μοιχεῖαι καὶ πάντα τολμᾶται τὰπονηρότατα. ἀλλ' ὁ πρὸς τοῦτο βλέπων ὑποδείγματίτινι τῶν γνωρίμων τὴν περὶ τούτων ἀμφιβολίανλυσάτω. ὥσπερ γὰρ ἐπὶ τῆς τῶν ἑρπετῶν ἀναιρέσεως ἔστιν ἰδεῖν οὐκ εὐθὺς τὸν κατόπιν ὅλκον τῇ κεφαλῇ συννεκρούμενον, ἀλλ' ἡ μὲν τέθνηκε,τὸ δὲ <οὐραῖον> ἔτι ἐψύχωται τῷ ἰδίῳ θυμῷ, καὶ τῆςζωτικῆς κινήσεως οὐκ ἐστέρηται, - οὕτως καὶ ὁ τοῦ δράκοντος ἀναιρέτης, ὅτε πολὺ τὸ θήριον ἐγένετο πάσαιςταῖς καθέκαστον συναυξηθὲν γενεαῖς τῶν ἀνθρώπων,τὴν κεφαλὴν ἀνελὼν, τουτέστι τὴν τῶν κακῶν ἐφευρετικὴν δύναμιν τὴν πολλὰς ἔχουσαν ἐν ἑαυτῇ κεφαλὰς οὐδένα τοῦ κατόπιν ὁλκοῦ πεποίηται λόγον εἰςἀφορμὴν γυμνασίου τοῖς ἐφεξῆς τὴν ἐν τῷ νεκρῷ θηρίῳκίνησιν ὑπολειφθῆναι ποιήσας. τίς οὖν ἡ θλασθεῖσακεφαλή; ἡ θάνατον εἰσενεγκοῦσα τῇ πονηρᾷ συμβουλῆ,ἡ τὸν θανατηφόρον ἰὸν ἐμβαλοῦσα τῷ ἀνθρώπῳδιὰ τοῦ δήγματος. ὁ τοίνυν καταλύσας τοῦ θανάτουτὸ κράτος τὴν ἐν τῇ κεφαλῇ τοῦ ὄφεως δύναμιν,καθώς φησιν ὁ προφήτης, συνέθλασεν. ὁ δὲ λοιπὸς τοῦ θηρίου ὁλκὸς τῷ ἀνθρωπίνῳ συνεσπαρμένος βίῳ,ἕως ἂν ᾖ τὸ ἀνθρώπινον ἐν ταῖς κατὰ κακίαν κινήσεσιν,ἀεὶ τῇ φολίδι τῆς ἁμαρτίας περιτραχύνει τὸνβίον. τῇ μὲν δυνάμει ἤδη νεκρός ἐστι τῆς κεφαλῆςἀχρειωθείσης. ἐπειδὰν δὲ παρέλθῃ ὁ χρόνος καὶ στῇτὰ κινούμενα κατὰ τὴν προσδοκωμένην τῆς ζωῆςταύτης συντέλειαν, τότε τὸ οὐραῖόν τε καὶ τὸ ἔσχατον τοῦ ἐχθροῦ καταργεῖται-τοῦτο δέ ἐστιν ὁ θάνατος-καὶ οὕτως ὁ παντελὴς ἀφανισμὸς τῆς κακίας γενήσεταιπάντων εἰς ζωὴν διὰ τῆς ἀναστάσεως ἀνακληθέντων, τῶν μὲν δικαίων εὐθὺς εἰς τὴν ἄνω λῆξινμετοικισθέντων, τῶν δὲ ταῖς ἁμαρτίαις ἐνεχομένων τῷ τῆς γεέννης πυρὶ ἐκκαθαρθέντων.Ἀλλ' ἐπανέλθωμεν ἐπὶ τὴν παροῦσαν χαρὰν, ἣνεὐαγγελίζονται τοῖς ποιμέσιν οἱ ἄγγελοι, ἣν οἱοὐρανοὶ διηγοῦνται τοῖς μάγοις, ἣν τὸ πνεῦμα τῆς προφητείας διὰ πολλῶν τε καὶ διαφόρων ἀνακηρύσσει,ὡς καὶ τοὺς μάγους κήρυκας γενέσθαι τῆς χάριτος.
[ Ο γὰρ ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους,ὁ βρέχων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς ἤνεγκε τὴνἀκτῖνα τῆς γνώσεως καὶ τὴν δρόσον τοῦ πνεύματοςκαὶ εἰς ἀλλότρια στόματα, ὥστε τῇ παρὰ τῶν ἐναντίωνμαρτυρίᾳ βεβαιωθῆναι μᾶλλον ἐν ἡμῖν τὴν ἀλήθειαν.ἀκούεις τοῦ οἰωνιστοῦ βαλαὰμ ἐπιπνοίᾳ κρείττονιτοῖς ἀλλοφύλοις ἐπιθειάζοντος, ὅτι ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ; ὁρᾷς τοὺς ἀπ' ἐκείνου τὸ γένοςκατάγοντας μάγους ἐπιτηροῦντας κατὰ τὴν πρόρρησιντοῦ προπάτορος τὴν τοῦ καινοῦ ἀστέρος ἐπιτολὴν,ὃς παρὰ τὴν τῶν λοιπῶν ἀστέρων φύσιν μόνος καὶκινήσεως μετέσχε καὶ στάσεως πρὸς τὴν χρείανἑκάτερον τούτων μεταλαμβάνων; τῶν γὰρ λοιπῶν ἀστέρων, τῶν μὲν ἅπαξ καταπεπηγότων τῇ ἀπλανεῖσφαίρᾳ καὶ ἀκίνητον εἰληχότων τὴν στάσιν, τῶν δὲμὴ παυομένων ποτὲ τῆς κινήσεως, οὗτος καὶ κινεῖταιπροηγούμενος τῶν μάγων καὶ ἵσταται καταμηνύωντὸν τόπον. ἀκούεις τοῦ Ἠσαΐου βοῶντος, ὅτιπαιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν; 1136 Μάθε παρ' αὐτοῦ τοῦ προφήτου, πῶς ἐγεννήθη τὸ παιδίον, πῶς ἐδόθη υἱός. ἆρα κατὰ τὸν νόμον τῆςφύσεως; οὐ, φησὶν ὁ προφήτης, οὐ δουλεύει φύσεωςνόμοις ὁ δεσπότης τῆς φύσεως. -ἀλλὰ πῶς ἐγεννήθητὸ παιδίον, εἰπέ. -ἰδού, φησὶν, ἡ παρθένοςἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσιτὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον,μεθ' ἡμῶν ὁ θεός.
Ὢ τοῦ θαύματος, ἡ παρθένος μήτηρ γίνεται καὶ διαμένει παρθένος. ὁρᾷς τὴν καινοτομίαν τῆς φύσεως; ἐπὶ τῶνἄλλων γυναικῶν, ἕως παρθένος ἐστὶ, μήτηρ οὔκ ἐστιν.ἐπειδὰν δὲ μήτηρ γένηται, τὴν παρθενίαν οὐκ ἔχει.ἐνταῦθα δὲ τὰ δύο