1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

3

Γόμοῤῥα, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ. Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου, τίνι ἀπεκαλύφθη;» Οὐκ εἶπε· Καὶ ὁ βραχίων σου. Ἰδοὺ ἀποδέδεικται σὺν Θεῷ διὰ πλειόνων τῆς ἁγίας καὶ ὁμοουσίου Τριά δος αἱ ὑποστάσεις.

Βʹ. Τοῦ αὐτοῦ ἕτερα περὶ τῆς ἐνσάρκου τοῦ Κυρίου παρουσίας.

«Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν

ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτοῦ. Μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» »Ὁ Θεὸς ἐμ φανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.» Καὶ πάλιν· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.» 46.201 Καὶ πάλιν, «Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.» «Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ Ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε.» «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύ γατερ Ἱερουσαλήμ. Ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον ὄνου.» Τίς δέ ποτε τῶν βασιλέων, ὄνῳ καθήμε νος, εἰς Ἱερουσαλὴμ εἰσῆλθε; Καὶ πάλιν, «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ κατα φεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν.» Καὶ πάλιν, «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσ ώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.» Καὶ πάλιν, «Στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν.» Καὶ μετὰ βραχέα, «Ἔδειξέ μοι Κύριος τὸν Ἰησοῦν, τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου· καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. Καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον· Ἐπιτιμήσαι Κύριος ἐν σοὶ, διάβολε. Καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς τὸν Ἰησοῦν, λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐὰν ταῖς ὁδοῖς μου πορεύσῃ, καὶ ἐὰν τὰ προστάγματά μου φυλάξῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου.» Καὶ πάλιν, «Ἄκουε δὴ, Ἰησοῦς, ὁ ἱερεὺς ὁ μέγας.» Ἡσαΐας, «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσι, καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.» (Καὶ πάλιν, «Καὶ βασιλέα μέγαν ὄψεσθε.» Θεὸν δὲ οὐδεὶς ὁρᾷ.)

Καὶ πάλιν· «Ἐπιφανήσεται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν.» Καὶ πάλιν· «Ἰδοὺ πάρειμι τῷ ἔθνει, οἳ οὐκ ἐπεκαλέσαντο τὸ ὄνομά μου.» ∆αβὶδ, «Ὁ καθήμε νος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι. Ἐξέγειρον τὴν δυ ναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.» Καὶ πάλιν, «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον.» Τὸ ἀτά ραχον καὶ ἄνευ ψόφου τῆς καταβάσεως σημαίνων· ἐπὶ γὰρ τὴν γῆν ὑετὸς καταβαίνων, ψόφον ποιεῖ· ἐπὶ δὲ πόκον ἐρίου καταβαίνων, οὐ ποιεῖ. Μιχαίας, «Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ γὰρ σοῦ ἐξελεύσεταί μοι ἡγούμε νος, ὃς ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ· καὶ 46.204 ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος.» Μωσῆς, «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσει πρὸς ὑμᾶς· καὶ ἔσται, ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται.» Πολλοὶ ἀνέστησαν προφῆται. Ἆρα περὶ ποίου αὐ τῶν λέγει; Οὗτος δὲ ὁ ἀναστησόμενος, ἆρα τὰ Μω σέως διδάξει, ἢ ἕτερα; Εἰ μὲν τὰ Μωσέως, τί τὸ περίεργον, ἄλλον ἀναστῆναι ἀρκοῦντος Μωσέως; Εἰ δὲ ἕτερα, εἰπάτωσαν, καὶ ποῖα ἦν τὰ διδάγματα αὐτοῦ, καὶ τίς ὁ προφήτης; τῶν γὰρ νενομισμένων οὐδεὶς ἔξωθεν, ἢ ἐδίδαξεν, ἢ ᾔτησε παρ' αὐτῶν τι. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων Θεὸς ἐκύρωσε τὴν περὶ ἑαυτοῦ προφητείαν, εἰπὼν, «Ὀρθῶς πάντα ἐλάλη σαν· Προφήτην αὐτοῖς ἀναστήσω ἐκ μέσου τῶν ἀδελ φῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ.» Σκόπει οὖν τὴν δύναμιν τοῦ ῥητοῦ. Οὐδὲ γὰρ ἄλλῳ προφήτῃ εἶπε δεδωκέναι ῥῆμα· αὐτοὶ γὰρ δουλοπρεπῶς διακονοῦντες ἔλεγον· «Τάδε λέγει