3
καὶ πόνων ἀπηλλάχθαι, ἔξω τε τῶν τοῦ βίου κυμάτων ἑστάναι καὶ ἐν εὐδίῳ διάγειν λιμένι;
3 Εἰπὲ δή μοι· τί σοι δοκεῖ τῶν ἐν κόσμῳ μακαριστὸν εἶναι καὶ ζηλωτόν; Ἀρχὴν πάντως ἐρεῖς καὶ πλοῦτον καὶ τὸ παρὰ ἀνθρώποις εὐδοκιμεῖν. Καὶ τί τούτων ἀθλιώτερον, ὅταν πρὸς τὴν τῶν Χριστιανῶν ἐλευθερίαν συγκρίνηται; Ὁ μὲν γὰρ ἄρχων δήμων ὑπόκειται θυμῷ καὶ πλήθους ὁρμαῖς ἀλογίστοις, φόβῳ τε ἀρχόντων μειζόνων, καὶ ταῖς ὑπὲρ τῶν ἀρχομένων φροντίσιν, καὶ ὁ χθὲς ἄρχων σήμερον ἰδιώτης· σκηνῆς γὰρ οὐδὲν ὁ παρὼν διενήνοχε βίος, ἀλλὰ καθάπερ ἐκεῖ βασιλέως μὲν οὗτος, ἄρχοντος δὲ ἐκεῖνος, ἕτερος δὲ στρατιώτου τάξιν πληροῖ, τῆς δὲ νυκτὸς καταλαβούσης οὔτε ὁ βασιλεὺς βασιλεύς, οὔτε ὁ ἄρχων ἄρχων, οὔτε ὁ στρατιώτης στρατιώτης, οὕτως καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἀπὸ τοῦ προσώπου, ἀλλ' ἀπὸ τῶν ἔργων ἕκαστος λήψεται τὴν ἀξίαν ἀμοιβήν. Ἀλλὰ δόξα τίμιον, τὸ καταπῖπτον «ὡς ἄνθος χόρτου»; ἀλλὰ πλοῦτος ὃν οἱ κεκτημένοι ταλανίζονται· «Οὐαὶ γάρ, φησί, τοῖς πλουσίοις.» Καὶ πάλιν· «Οὐαὶ τοῖς πεποιθόσιν ἐπὶ τῇ δυνάμει αὐτῶν καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχωμένοις.» Ὁ Χριστιανὸς οὐδέποτε ἐξ ἄρχοντος ἰδιώτης γίγνεται, οὐδὲ ἀπὸ πλουσίου πένης, οὐδὲ ἄδοξος ἀπὸ ἐνδόξου, ἀλλὰ μένει πλουτῶν ὅταν πτωχεύῃ, καὶ ὑψοῦται ὅταν ταπεινοῦν ἑαυτὸν σπουδάζῃ· καὶ τῆς ἀρχῆς ἧς ἄρχει οὐ κατὰ ἀνθρώπων ἀλλὰ τῶν ἀρχῶν ἐξουσίαν ἔχει καὶ τοῦ κοσμοκράτορος τοῦ σκότους, οὐδεὶς αὐτὸν παραλῦσαι δύναται. «Καλὸν ὁ γάμος» σύμφημι κἀγώ. «Τίμιος γάρ, φησίν, ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός.» Σοὶ δὲ οὐκέτι δυνατὸν τὰ δίκαια φυλάξαι τοῦ γάμου. Τὸ γὰρ ἐπουρανίῳ συναφθέντα νυμφίῳ τοῦτον μὲν ἀφεῖναι, γυναικὶ δὲ ἑαυτὸν συνάψαι, μοιχεία τὸ πρᾶγμα, κἂν μυριάκις αὐτὸ σὺ γάμον καλῇς· μᾶλλον δὲ καὶ μοιχείας τοσούτῳ δεινότερον, ὅσῳ κρείττων ἀνθρώπων θεός. Μηδείς σε ἀπατάτω λέγων· γαμεῖν οὐκ ἐκώλυσεν ὁ θεός. Οἶδα τοῦτο κἀγώ· γαμεῖν μὲν οὐκ ἐκώλυσεν, ἀλλὰ μοιχεύειν ἐκώλυσεν· ὅπερ σὺ ποιεῖς, ἐὰν θέλῃς, ὃ μὴ γένοιτο, ὁμιλῆσαι γάμῳ ποτέ. Καὶ τί θαυμάζεις, εἰ γάμος ὥσπερ μοιχεία κρίνεται, ὅταν ἀθετῆται θεός; Οὐ μικρὸν ἄκουσον. Φόνος δικαιοσύνην ἤνεγκεν καὶ φιλανθρωπία μᾶλλον φόνου κατέκρινεν· ἐπειδὴ τὸ μὲν κατὰ γνώμην, τὸ δὲ κωλύοντος ἐγένετο θεοῦ. ∆ιὸ τῷ μὲν Φινεὲς εἰς δικαιοσύνην ἐλογίσθη τὸ τὴν πορνευομένην γυναῖκα μετὰ τοῦ πορνεύοντος ἐκκεντῆσαι· τὸν δὲ Σαοὺλ ὁ ἅγιος τοῦ Θεοῦ Σαμουήλ, ὅλας νύκτας πενθῶν καὶ δακρύων καὶ παρακαλῶν, οὐκ ἐξίσχυσεν ἐξελέσθαι τῆς καταδίκης, ἧς ἐξήνεγκεν κατ' αὐτοῦ ὁ θεός, ἐπειδὴ τὸν τῶν ἀλλοφύλων βασιλέα, δέον ἀνελεῖν, ἔσωσεν παρὰ γνώμην θεοῦ. Εἰ τοίνυν φιλανθρωπία μᾶλλον φόνου κατέκρινεν διὰ τὸ παρακουσθῆναι θεόν, τί θαυμάζεις εἰ γάμος μοιχείας καταδικάζει μᾶλλον, διὰ τὸ ἀθετεθῆναι Χριστόν; Ὅπερ γὰρ τὴν ἀρχὴν ἔφην· εἰ μὲν ἰδιώτης ἦσθα, οὐδείς σε ἂν λιποστρατίας ἐγράψατο· νυνὶ δὲ οὐκέτι κύριος εἶ σαυτοῦ, βασιλεῖ τηλικούτῳ στρατευσάμενος. Εἰ γὰρ «ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ», πόσῳ μᾶλλον οἱ Χριστῷ ζῶντες οὐκ ἂν εἶεν αὐτοὶ τοῦ αὑτῶν σώματος κύριοι. Ὁ καταφρονηθεὶς νῦν ὑπὸ σοῦ αὐτός ἐστιν τότε ὁ δικάζων· τοῦτο ἐννόει δι' ὅλου, καὶ τὸν ποταμὸν τοῦ πυρός· «Ποταμὸς γάρ, φησίν, πυρὸς εἷλκεν πρὸ προσώπου αὐτοῦ.» Καὶ ὅτι· οὐκ ἔστιν ἐκείνῳ παραδοθέντα τῷ πυρὶ προσδοκῆσαι κολάσεως τέλος. Ἀλλ' αἱ μὲν ἄτοποι τοῦ βίου ἡδοναὶ τῶν σκιῶν καὶ τῶν ὀνειράτων διαφέρουσιν οὐδέν· πρὶν ἢ γὰρ τελεσθῆναι τὰ τῆς ἁμαρτίας, σβέννυται τὰ τῆς ἡδονῆς· αἱ δὲ ὑπὲρ τούτων κολάσεις πέρας οὐκ ἔχουσιν. Τὸ μὲν ἡδὺ πρὸς ὀλίγον, τὸ δὲ ἀνιαρὸν αἰώνιον. Τί δὲ βέβαιον τῶν ἐν τῷ κόσμῳ, εἰπέ μοι; Πλοῦτος, ὁ μηδὲ μέχρι τῆς ἑσπέρας μείνας πολλάκις; Ἀλλὰ δόξα; ἀλλ' ἄκουέ τινος λέγοντος δικαίου· «Ὁ βίος μου ἐλαφρότερος δρόμεως.» Ὥσπερ γὰρ ἐκεῖνοι πρὶν ἢ στῆναι μεταπηδῶσιν, οὕτω καὶ αὐτὸς πρὶν ἢ παραγενέσθαι ἀφίπταται. Οὐδὲν ψυχῆς τιμιώτερον· καὶ οὐδὲ οἱ μωρίας εἰς ἔσχατον