1

 2

 3

3

κυμάτων; τίς οὐκ ἐστέναξεν ἐπ' αὐτοῖς; πόσους μεγάλους ἐπτέρνισεν ἡ παροῦσα ζωὴ, καὶ τρέχοντας καλῶς ἐπαγίδευσε; Καὶ οὐδὲν θαυμαστόν· δαίμονες γάρ εἰσιν οἱ ἐνεργοῦντες, διάβολος ὁ ἐνεδρεύων.

Ταῦτα οὖν εἰδότες μετανοήσωμεν ἐν ὅλῃ καρδίᾳ, μὴ αἱ ἡδοναὶ ἡμῶν στραφῶσιν εἰς θρήνους καὶ δάκρυα· βοηθήσωμεν ἑαυτοῖς, ἀποσπάσωμεν τὴν ψυχὴν ἑαυτῶν ἐκ τοῦ κόσμου τούτου, ἔτι δὲ καὶ τῆς ἰδίας σαρκός· εὕροιτο ἑαυτῇ κελλίον εἰς τὰ πέρατα τῆς γῆς, ὅπως ἂν βοήσῃ καὶ αὐτὴ πρὸς τὸν Κύριον· ἐλέησόν με τὴν μόνην· ἰδοὺ πάντα ἀφῆκα, καὶ ἠκολούθησά σοι· ἰδοὺ πάντα ἤρνημαι διὰ τὸν σὸν φόβον. Ἡ κατάνυξις ἡμῶν ἕως τῶν νεφελῶν φθασάτω, οἱ στεναγμοὶ ἡμῶν τοῖς οὐρανοῖς ἐγγισάτωσαν, αἱ προσευχαὶ ἡμῶν καὶ αἱ ἐλεημοσύναι ἐλθέτωσαν ἐνώπιον τοῦ Θεοῦ. Λειτουργήσωμεν αὐτῷ μετὰ πάσης ἀληθείας, μετὰ εὐλαβείας καὶ δέους· πάντα ποιήσωμεν, ἵνα ἐκεῖ μὴ μεταγνῶμεν· πάντα ὑπομείνωμεν, ἵνα καὶ τῶν ἀγαθῶν ἀπολαύσωμεν τοῦ Θεοῦ, ἵνα τὴν μείζονα παῤῥησίαν κτησώμεθα, ἵνα τιμιωτέρων ἀξιωθῶμεν δωρεῶν, ἵνα μηδενὸς τῶν ἁγίων ὀφθῶμεν δεύτεροι. Μέγας πειρασμὸς ὁ βίος ἡμῶν, καὶ οὐδεὶς οἶδε· μέγας χειμὼν, καὶ οὐδεὶς κατανοεῖ.

∆ῶμεν τόπον τῇ ἐνεργείᾳ τῶν παθῶν, καὶ τῇ ἐν ἡμῖν οἰκούσῃ ἁμαρτίᾳ κατὰ τὸν Ἀπόστολον· δῶμεν τόπον τοῖς παροργισμοῖς τῶν ἀνθρώπων. δῶμεν τόπον τῇ σαρκὶ ταύτῃ καὶ ταῖς ἐπιθυμίαις αὐτῆς, δῶμεν τόπον τῷ κόσμῳ τούτῳ καὶ ταῖς δυσχερείαις αὐτοῦ, δῶμεν τόπον ὅλοις τοῖς πειρασμοῖς, ὅλαις ταῖς θλίψεσι· κρυβῶμεν ἀπ' αὐτῶν· διωκόμεθα γὰρ ἀπ' αὐτῶν, καὶ ζητούμεθα πάντες εἰς τὸ ἀποκτανθῆναι ὑπὸ δαιμόνων, ὑπὸ πραγμάτων, ὑπὸ ἀνθρώπων ἐρεθιζομένων ὑπὸ τοῦ Σατανᾶ. Ἑαυτοῖς μόνοις προσέχωμεν καὶ τῷ Θεῷ, ἑαυτῶν ἐκδόντες τὸ σῶμα τοῦτο τοῖς θέλουσι τύπτειν· πολλῶν γὰρ πληγῶν καθέστηκεν ἄξιον. Ἄνω τὴν καρδίαν τείνωμεν ἑαυτῶν, ἐκχέοντες ὅλην ἑαυτῶν τὴν ψυχὴν ἐνώπιον τοῦ Θεοῦ, ἵνα σωθῶμεν καὶ ἐλεηθῶμεν καὶ ζήσωμεν, σκιρτῶντες καὶ τρυφῶντες καὶ χαίροντες, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.