1

 2

 3

 4

 5

3

Μέτρησον τῷ σεμνῷ τὸ χρηστόν· τὸν φόβον ἐπίθες σωφρονιστήν. Τί χραίνεις τὸ καλὸν ὄνομα τοῦ Χριστιανισμοῦ; τί καὶ τὰς ἑτέρων παγιδεύεις ψυχὰς σύνοικον ἐπισπασάμενος; Οὐ μόνον γὰρ τῆς περὶ τῆς σῆς ψυχῆς ἀπολογίας δώσεις λόγον, ἀλλὰ καὶ περὶ ὧν διὰ σὲ ἐσκανδαλίσθησαν. Ἔκβαλε τὸν ὄφιν ἐκ τοῦ κόλπου σου, ἔκβαλε τὸν κίνδυνον ἀπὸ σεαυτοῦ· εἰ ἐπιποθεῖς ὑπὸ θηλειῶν διακονεῖσθαι, διὰ τί ἀρχαῖον νόμον οὐκ ἐφύλαξας, καὶ γάμῳ νομίμῳ συνήφθης; Ὁ γάμος κόλασιν οὐκ ἔχει, ἡ μοιχεία κόλασιν ἔχει ἀπαραίτητον· μοιχεία γάρ ἐστι καὶ μεγάλη μοιχεία ἡ σὺν γυναιξὶ συνοίκησις. Ἀνερεύνησον τὴν συνείδησίν σου, εἰ οὐδέποτε ἐβλάβης, εἰ οὔτε νυκτὸς, οὔτε ἡμέρας ἐδέξω πληγήν. Ἐγὼ δὲ ἀναπτύξω σου τὴν καρδίαν, εἰ καὶ μέλλεις ἄχθεσθαι. Ἀλλ' ἐμοὶ οὐ μέλει· πάνυ γὰρ ἀλγῶ, ὅταν ἴδω ἀσκητὴν συνείσακτον ἐπισπασάμενον· ἐγὼ δέ σοι λέγω ὅτι κατὰ πᾶσαν ὥραν τραυματίζῃ, καὶ κατὰ πᾶσαν ὥραν θηριάλωτος γίνῃ· χαυνοῦσαι γὰρ τοῦ τῆς σωφροσύνης δεσμοῦ, ἐκλύῃ ὁ γενναῖος πολεμιστὴς, αἰχμάλωτος ἀντὶ νικητοῦ ἀναδεικνύῃ. Μὴ γὰρ λίθος εἶ; Ἄνθρωπος εἶ, τοῖς κοινοῖς τῆς φύσεως συμπτώμασιν ὑποκείμενος· πῦρ ἔχεις ἐν τῷ κόλπῳ, καὶ οὐ καίῃ; καὶ πῶς ἔχει λόγον; Θὲς λύχνον εἰς χόρτον, καὶ τότε ἴδε, εἰ δύνασαί μοι εἰπεῖν, ὅτι οὐ καίεται ὁ χόρτος. Εἰ δὲ ἄρνησαι, ὅτι οὐ καίεται ὁ χόρτος, ἐμοὶ μὴ λέγε, ἀλλὰ τῷ εἰδότι τὰ κρύφια, ὃς ἔρχεται συναγαγεῖν τοὺς λογισμούς· κριτικὸς γάρ ἐστιν ἐνθυμήσεων καὶ λογισμῶν, καὶ ἐννοίας καρδιῶν συνιεῖ· λέγει γάρ· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Βλέπε μὴ κατὰ πᾶσαν ὥραν μοιχεία ἐν σοὶ εὑρίσκηται. Πάντως ἐρεῖς· Νηστείαις καὶ ἀσκήσεσι καὶ τῇ κατὰ ξηροῦ διαίτῃ τειχίζω ἐμαυτὸν, ἵνα μὴ τοῦ προκειμένου ἐκπέσω. Οὐκοῦν δι' οὐδὲν ἕτερόν ἐστιν ἡ ἄσκησίς σου ἀλλ' ἢ διὰ τὴν σύνοικόν σου· οὐκοῦν οὐκ ἔτι θησαυρίζεις δικαιοσύνην· ὑπέσυρε γάρ σου ἐκείνη τὴν ἄσκησιν. Ἔκβαλε τοίνυν ἀπὸ σεαυτοῦ τὴν ζημιοῦσάν σε πολλῶν ἀγαθῶν, μή σε ἐκβάλῃ ἐκ τοῦ παραδείσου, μή σε ποιήσῃ παίγνιον τῷ διαβόλῳ· μὴ στήσῃς αὐτὴν παρὰ σαυτῷ, μήπως καταστρέψασά σε σὺν σοὶ εἰς γέενναν κατενεχθῇ. Φοβήθητι τὸν φοβερὸν δικαστήν· διάθου σεαυτῷ διαθήκην μηδὲ ἀτενίσαι γυναικί· πρεσβυτέρων παρόντων αἰδοῦ πολιὰν, καὶ καθάπερ πατέρας αἰδούμενος φείδου μωρολογίας καὶ παιγνίας καὶ γέλωτος.

Νεωτέρῳ μὴ πρόσπαιζε, μηδὲ δείκνυε ῥᾳθυμίας ὁδὸν, κατάρχων ταύτης αὐτὸς, καὶ πολὺ πλείονα τὴν καταφρόνησιν ἐμποιῶν· γυναῖκα δὲ καὶ μέχρι τῆς ἀντιβλέψεως αὐτῆς αἰδοῦ. Ὁ σὸς βίος ἐκείναις γενέσθω τύπος· τοιοῦτον σεαυτὸν ἐπίδειξον, ἵνα σε ἐκεῖναι αἰδῶνται, καὶ τύπος καὶ ἀρχὴ τῆς αἰδοῦς ἐκείναις γένῃ, ὅτι καὶ ἡγεμονικώτερον ἀνὴρ γυναικὸς, καὶ μὴ τὴν σὴν εὐχέρειαν προσθῇς εὐχερεστέρᾳ φύσει τῇ γυναικείᾳ. Γυνὴ αἰδείσθω διαφερόντως, ὅσῳ καὶ χαλεπώτερον ὄνειδος ἀναισχυντία γυναικός. Εἰ καὶ παῤῥησιάζεσθαι πρὸς ἄνδρας πολὺ δεινὸν καὶ τολμηρὸν, φόβου προστεθέντος γυναικὶ πρὸς τὸν ἴδιον ἄνδρα μᾶλλον ἢ παῤῥησιάζεσθαι. Ἡ γὰρ γυνὴ, φησὶν, ἵνα φοβῆται τὸν ἄνδρα· εἰ οὖν τῇ ἐχούσῃ ἄνδρα τοιοῦτος ὁ νόμος πρόκειται τί λοιπὸν πρὸς σὲ τὴν 48.1058 μὴ ἔχουσαν ἄνδρα; Σοὶ λοιπὸν τοῦτο πρέπει, μηδὲ ὅλως ἐγγίζειν ἀνδρὶ, εἰ ἐνδέχεται, μηδὲ ὅλως βλεπέτω ἀνὴρ τὸ πρόσωπόν σου. Νύμφη γὰρ Χριστοῦ εἶ· οὕτω προέρχου, ὡς νύμφη κεκοσμημένη, ἐσκεπασμένη τῷ περιβολαίῳ τὴν ὄψιν, ἵνα μή τινα διὰ τῆς ὁράσεως τραυματίσασα τῆς ἐκείνου ἀπωλείας σὺ τὴν ἀμοιβὴν ἀπολήψῃ. Καὶ ἡμεῖς μὲν ταῦτα λέγομεν κατὰ τὰς ἀῤῥήτους τῶν Γραφῶν διδασκαλίας· πολλαὶ δὲ μηδὲ τὸν φόβον τοῦ Θεοῦ ἐν νῷ λαβοῦσαι, μήτε τὴν εὐχερῆ αὐτῶν πτῶσιν φοβηθεῖσαι, μήτε τὴν ἀποκειμένην κόλασιν προϊδοῦσαι ἀδιαφόρως ἤνεγκαν, καὶ οἰκείᾳ γνώμῃ προσῆλθον ὑπηρετεῖν ἀνδράσιν, οὔτε ἐξ ἴσου τῷ κανόνι τῆς γαμηθείσης καὶ ἐχούσης ἄνδρα. Σὺ δὲ οὐδὲ τοῦτον τὸν ὅρον φυλάττεις· οὐ γὰρ μετὰ φόβου συναναστρέφῃ, ἀλλὰ μετὰ πολλῆς ἀδείας καὶ καταφρονήσεως, καὶ συνεσθίεις, καὶ συμπίνεις, καὶ συνομιλεῖς,