1

 2

 3

 4

 5

 6

3

βάπτισμα τὸν σταυρὸν ἐκάλεσε· πόθεν τοῦτο δῆλον; "δύνασθε", φησί, "πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν"; ποτήριον τὸ πάθος λέγει καὶ διὰ τοῦτο φησί· "πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ". εἶδες, πῶς βάπτισμα τὸν σταυρὸν ἐκάλεσε καὶ τὸ πάθος ποτήριον; ἐκάλεσε δὲ οὕτως, 159 οὐκ ἐπειδὴ αὐτὸς ἐκαθαίρετο (πῶς γάρ, "ὅς γε ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ δόλος ἦν ἐν τῷ στόματι αὐτοῦ";), ἀλλ' ἐπειδὴ τὸ αἷμα τὸ ῥεῦσαν ἐκεῖθεν ἅπασαν τὴν οἰκουμένην ἐκάθηρε. διὰ τοῦτο καὶ ὁ Παῦλος φησί· "εἰ σύμφοιτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ διὰ τοῦ βαπτίσματος". οὐκ εἶπε "τῷ θανάτῳ", ἀλλὰ "τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ". θάνατος μὲν γὰρ κἀκεῖνο καὶ τοῦτο, ἀλλ' οὐ τοῦ αὐτοῦ πράγματος· ἐκεῖνο μὲν γὰρ σώματος, τοῦτο δὲ ἁμαρτίας· διὰ τοῦτο ὁμοίωμα θανάτου. Τί οὖν; ἀποθνῄσκομεν μόνον μετὰ τοῦ δεσπότου καὶ ἐν τοῖς σκυθρωποῖς κοινωνοῦμεν μόνον; μάλιστα μὲν οὐδὲ τοῦτο σκυθρωπόν, τὸ κοινωνῆσαι θανάτῳ δεσποτικῷ. πλὴν μικρὸν ἀνάμεινον καὶ ὄψει καὶ ἐν τοῖς χρηστοῖς κοινωνοῦτά σε· "εἰ γὰρ ἀπεθάνομεν σὺν αὐτῷ", φησί, "πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ". ὁμοῦ γὰρ καὶ ταφὴ καὶ ἀνάστασίς ἐστιν ἐν τῷ βαπτίσματι κατὰ τὸν αὐτὸν καιρόν· ἀφίησι κάτω τὸν παλαιὸν ἄνθρωπον καὶ λαμβάνει τὸν καινὸν καὶ ἀνίσταται, "ὥσπερ ἠγέρθη ὁ Χριστὸς διὰ τῆς δόξης τοῦ πατρός". ὁρᾷς, πῶς πάλιν τὴν ἀνάστασιν λέγει; ἀλλὰ διατί ἡ μὲν ἡμετέρα ἀνάστασις καὶ ἡ ταφὴ καὶ ὁ θάνατος ἐν τῷ αὐτῷ καιρῷ (ὁμοῦ γὰρ καὶ θαπτόμεθα καὶ ἀνιστάμεθα), ἡ δὲ τοῦ δεσπότου ἐβράδυνεν; ἐν τρισὶ γὰρ ἡμέραις ἠγέρθη. διατί οὖν ἡ μὲν ἡμετέρα ἀνάστασις ἀθρόον, ἡ δὲ δεσποτικὴ βραδυτέρα; ναὶ συμφερόντως, ἵνα μάθῃς ὅτι οὐ δι' ἀσθένειαν ἡ βραδυτής· ὁ γὰρ τὸν δοῦλον ἀναστῆσαι δυνηθεὶς ἐν βραχείᾳ καιροῦ ῥοπῇ πολλῷ μᾶλλον ἑαυτὸν ἀναστῆσαι ἠδύνατο. τίνος οὖν ἕνεκεν ἡ βραδυτής; τίνος ἕνεκεν ἡ τριήμερος ταφή; ἵνα βραδύναντος τοῦ θανάτου καὶ διὰ τῆς βραδυτῆτος ἀναμφισβήτητος τῆς ἀναστάσεως ἡ ἀπόδειξις γένηται. ὅπου γὰρ καὶ νῦν μετὰ τοσαύτην ἀπόδειξιν εἰσὶν ἄνθρω 160 ποι λέγοντες ὅτι δοκήσει ἔπαθεν, εἰ μὴ τοσαύτη γέγονε βραδυτής, τί οὐκ ἂν εἶπον ἐκεῖνοι; οὐδὲ γὰρ τῷ λόγῳ τῆς ἀναστάσεως ὁ διάβολος ἐπιβουλεῦσαι ἐβούλετο μόνον, ἀλλὰ καὶ τῇ πίστει τοῦ θανάτου· ᾔδει γάρ, ᾔδει σαφῶς ὅτι κοινὸν φάρμακον τῆς οἰκουμένης ὁ σωτήριος θάνατος ἦν καὶ ἐξελεῖν τοῦτον τῆς πίστεως τῶν ἀνθρώπων ἐσπούδαζεν, ἵνα ἀνέλῃ τὴν σωτηρίαν. διὰ τοῦτο βραδύνει ὁ δεσπότης ἐν τῇ ἀναστάσει καὶ προσέρχονται οἱ Ἰουδαῖοι λέγοντες· "∆ὸς ἡμῖν στρατιώτας, ἵνα τηρήσωμεν τὸν τάφον".

ὢ τῆς ἀναισχυντίας· πότε νεκρὸν εἶδες, ὦ Ἰουδαῖε, τηρούμενον; εἰ γὰρ κοινὸς νεκρὸς ἦν καὶ ψιλὸς ἄνθρωπος ὁ σταυρωθείς, τί ξένα καὶ παράδοξα ποιεῖς πράγματα; τί φοβεῖ καὶ τρέμεις καὶ φύλακας συνάγεις; πλὴν ἀλλ' οὐδὲ τοῦτο ἐκώλυσεν ὁ θεός, ἀλλ' ἀφῆκε φυλάττεσθαι, ἵνα ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συλληφθῇ ὁ ἁμαρτωλός. ἐκεῖνοι μὲν γὰρ ἔλεγον· "∆ὸς ἡμῖν στρατιώτας, ἵνα μὴ κλέψωσιν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ καὶ εἴπωσιν ὅτι ἀνέστη". συνέβη δὲ τοὐναντίον· ἔλαβον γὰρ στρατιώτας, ἵνα μὴ ἀναστάντος αὐτοῦ λέγωσιν, ὅτι ἔκλεψαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ καὶ οὐκ ἀνέστη, καὶ τὰ κατὰ τῆς ἀναστάσεως σκευωρούμενα ὑπὲρ τῆς ἀναστάσεως γέγονε καὶ τοὺς ἐπιβούλους αὐτοὺς μάρτυρας ἐποίησε τῆς ἀναστάσεως ὁ Χριστός, ἵνα ἐκκόψῃ τὴν ἀπολογίαν αὐτῶν τὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Τίνος μὲν οὖν ἕνεκεν ἐν τῷ καιρῷ τούτῳ μυσταγωγεῖσθαι ἐκέλευσαν οἱ πατέρες, ἱκανῶς (οἶμαι ἔγωγε) διὰ τῶν εἰρημένων ὑμῖν παρεστήσαμεν. βούλομαι δὲ καὶ ἕτερον ὑμῖν ἀποδοῦναι χρέος, εἰ μὴ πρὸς τὴν ἀκρόασιν ἀπεκάμετε, καὶ εἰπεῖν, τίνος ἕνεκεν γυμνοὺς καὶ ἀνυποδέτους ὑμᾶς πρὸς τὰς τῶν ἐξορκιζόντων ἐντεῦθεν παραπέμπομεν φωνάς· καὶ γὰρ καὶ ἐνταῦθα ἡ αὐτὴ αἰτία φανεῖται πάλιν, ὅτι πόλεμον νικήσας ὁ βασιλεὺς αἰχμαλώτους ἔλαβε. τοιοῦτον δὲ τῶν αἰχμαλώτων τὸ σχῆμα. ἄκουσον γοῦν, τί 161 φησι πρὸς τοὺς Ἰουδαίους ὁ θεός· "ὃν τρόπον ἐπορεύθη ὁ παῖς μου Ἡσαΐας γυμνὸς