1

 2

 3

 4

 5

3

Τὸν θάνατον προδηλοῖς τοῖς μαθηταῖς σου, καὶ τὸν τόπον οὐκ οἶδας; Ἤδει, ἀλλὰ διὰ τοὺς Ἰουδαίους ἔλεγεν, ἐπειδὴ ἀγνώμονες ἦσαν· ὥστε τὸ εἰπεῖν, Ποῦ τεθείκατε αὐτόν; οὐκ ἀγνοίας ἦν· ἐπεὶ καὶ ἐν τῷ παραδείσῳ ἔλεγε τῷ Ἀδάμ· Ἀδὰμ, ποῦ εἶ; Ἆραοὖν οὐκ ᾔδει ποῦ ἦν; Ἀλλ' ἐπειδὴ ἔλεγεν αὐτοῖς ὁ διά48.1078 βολος, ὅτι Ἐν ᾗ ἂν ἡμέρᾳ φάγησθε ἐκ τοῦ ξύλου τούτου, ἔσεσθε ὡς θεοὶ, ὑπελάμβανον ἐκεῖνοι ὅτι μέλλουσι γίνεσθαι θεοί.

Καὶ διὰ τοῦτο ἔλεγεν αὐτῷ ὁ Θεός· Ἀδὰμ, ποῦ εἶ; ἀφ' οὗ ἔφαγες, καὶ ἔμεινας ἄνθρωπος· διὰ τοῦτο ἔλεγεν αὐτῷ ὁ Θεός· Ἀδὰμ, ποῦ εἶ; Οὕτω καὶ ἐπὶ τοῦ Λαζάρου ἐποίησεν. Ἐγγίσας τῷ μνήματι λέγει τοῖς Ἰουδαίοις· Ἄρατε τὸν λίθον ἐκ τοῦ μνήματος· καὶ ἦραν. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ Λαζάρου· Κύριε, ἤδη ὄζει· ἦν γὰρ τετραήμερος. Καὶ κράξας φωνῇ μεγάλῃ λέγει· Λάζαρε, δεῦρο ἔξω· καὶ ἐξῆλθε κηρίαις δεδεμένος. Ἆρα οὖν ὁ μετατιθῶν ὄρη ἐν καρδίαις θαλασσῶν, οὐκ ἠδύνατο λόγῳ τὸν λίθον κινῆσαι; ὁ τὰ κέντρα τοῦ θανάτου κατακλάσας, ὁ τὰς θύρας τοῦ ᾅδου συντρίψας, οὐκ ἠδύνατο καὶ τὰς κηρίας διαῤῥῆξαι; Καὶ λέγει αὐτοῖς· Λύσατε αὐτόν. ∆ιὰ τί; Ἵνα, ἐὰν ἀρνήσωνται, αἱ χεῖρες αὐτῶν καὶ οἱ ὀφθαλμοὶ ἐλέγξωσιν αὐτούς· διὰ τοῦτο εἶπε· Λύσατε αὐτόν. Καὶ ἐν τῷ γάμῳ τὸ αὐτὸ ἐποίησεν, ὅτι εἶπεν αὐτοῖς· Γεμίσατε τὰς ὑδρίας ὕδατος· καὶ ἐγέμισαν τὰς ὑδρίας, καὶ ἐποίησε τὸ ὕδωρ οἶνον. ∆ιὰ τοῦτο οὖν πανταχόθεν ἠσφαλίζετο αὐτούς· ἀεὶ γὰρ ἀγνώμονες ἐγένοντο οἱ Ἰουδαῖοι καὶ ἀναίσχυντοι. Θέλετε μαθεῖν πόσα παρέσχεν αὐτοῖς ὁ Θεὸς, καὶ ἀμνήμονες ἐγένοντο; Μάθετε· ἀλλὰ συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ, προσέχετε τοῖς λεγομένοις· βούλομαι γὰρ ὑμῖν δεῖξαι ὅτι ἀπ' ἀρχῆς ἀγνώμονες ἦσαν οἱ Ἰουδαῖοι· Ἑβδομήκοντα καὶ πέντε ψυχαὶ κατέβησαν ἐν Αἰγύπτῳ, καὶ ἐγένοντο ἑξακόσιαι χιλιάδες. Ἐτελεύτησεν Ἰωσὴφ, καὶ ἀνέστη αὐτοῖς ἕτερος βασιλεὺς, ὃς οὐκ ἐμνήσθη τοῦ Ἰωσήφ· ἔθλιβε δὲ τοὺς υἱοὺς Ἰσραὴλ σφόδρα. Ἐβόησαν οὖν πρὸς τὸν Θεὸν λέγοντες· Κύριε, σὺ ὤμοσας τοῖς πατράσιν ἡμῶν, ὅτι ∆ώσω τῷ σπέρματι ὑμῶν γῆν ῥέουσαν γάλα καὶ μέλι· καὶ νῦν, Κύριε, μνήσθητι τῆς διαθήκης ἧς ἔθου τοῖς πατράσιν ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου, καὶ ἐκ δουλείας τῶν Αἰγυπτίων. Ἤκουσεν οὖν ὁ Θεὸς τῆς φωνῆς αὐτῶν, καὶ ἔπεμψε τὸν Μωϋσῆν πρὸς αὐτούς. Ἀλλὰ συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ. Λέγει τῷ Μωϋσῇ ὁ Θεός· Λάβε ἀρνίον ἄμωμον ἐνιαύσιον πρωτότοκον, καὶ θῦσον, καὶ τὸ αἷμα αὐτοῦ χρίσει ἕκαστος εἰς τὴν θύραν, ἵν', ὅταν ἔλθῃ ὁ ἄγγελος ἔχων ἐσπασμένην τὴν ῥομφαίαν, καὶ ἴδῃ ὅτι τὸ αἷμα κέχρισται εἰς τὸν οἶκον ἐκεῖνον, ἀναχωρῇ· ἐὰν δὲ ἴδῃ ὅτι οὐκ ἔνι, εἰσέρχηται, καὶ πάντας ἐξολοθρεύσῃ.

Ἐποίησεν οὖν ὁ Μωϋσῆς οὕτω, καὶ ἔδωκε τῷ λαῷ· καὶ λαβόντες ἐκεῖνοι, ἕκαστος ἔχρισε τὰς θύρας αὐτῶν. Καὶ ἤρχετο ὁ ἄγγελος ἔχων ἐσπασμένην τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἔβλεπε τὸ αἷμα ἐν ταῖς θύραις, καὶ ἀνεχώρει· ὅπου δὲ οὐκ ἔβλεπεν, εἰσήρχετο, καὶ πάντας ἀνεῖλε. Ταῦτα δὲ πάντα οὐχ ἁπλῶς ἐγίνετο· ἀλλ' ἐπειδὴ ἐμέλλομεν δι' αἵματος καὶ ξύλου σώζεσθαι, διὰ τοῦτο εἶπεν ὁ Θεὸς, ὅτι Χρίσει ἕκαστος τὸ αἷμα εἰς τὰς θύρας. ∆ιὰ τί οὐκ εἶπε, Χρῖσον τὸ αἷμα εἰς τὸν τοῖχον; Ὅτι οὐκ ἤμελλον σώζεσθαι, εἰ μὴ διὰ ξύλου. Ἐξέβαλεν οὖν αὐτοὺς ὁ Μωϋσῆς ἐκ τῆς Αἰγύπτου, καὶ ἤνεγκεν αὐτοὺς εἰς τὴν ἔρημον, καὶ λέγουσι τῷ Μωϋσῇ, ∆ιὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἤνεγκεν ἡμᾶς εἰς τὴν ἔρημον θανατῶσαι; Οὐ καλῶς ἡμῖν ἦν ἐν Αἰγύπτῳ, ὅτε ἐτρώγαμεν τοὺς σίκυας καὶ πέπονας καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα; Εἶδες ἀγνωμοσύνην; Αὐτοὶ ἔλεγον τῷ Θεῷ, αὐτοὶ ἠξίουν, ὅτι Ἐξάγαγε ἡμᾶς ἐκ γῆς Αἰγύπτου· καὶ ἐλθόντες εἰς τὴν ἔρημον ἠχαρίστουν. Εἶδες ἀγνωμοσύνην αὐτῶν; Ἀλλὰ μάθετε τὸ μεῖζον καὶ ἐξαίρετον πρᾶγμα. Τεσσαράκοντα ἔτη ἐποίησαν ἐν τῇ ἐρήμῳ· θρὶξ αὐτῶν οὐκ ηὔξησεν, οὔτε ὄνυξ· ἱμάτιον αὐτῶν οὐκ ἐῤῥυπώθη, ὑπόδημα αὐτῶν οὐκ ἀπετρίβη· οὐκ ἔκαμον, οὐκ ἔσκαψαν· βόας οὐκ ἔζευξαν, ἄροτρον οὐχ εἵλκυσαν, αὔλακας οὐκ ἀνέτεμον, ἀκάνθας οὐκ ἀνέσπασαν, σπέρματα οὐ