1

 2

 3

3

Καὶ ταῦτα δὲ τῆς ἀξίας ἐλάττω. Οὐ γάρ ἐστιν ὕμνος, οὐχ ὑπαίρων τὸν Υἱὸν, οὐκ ἰσούμενος, ἀλλ' ὅσον ἂν εὐφημίαις ἀναβαίης, ὅσην ἂν λόγων μηχανήσῃ δόξαν, μετὰ τοῦ ∆αυῒδ βοήσεις ἡττώμενος, Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Εἰ δέ γε τὸ, ἄκτιστος, Ἄρειε, φωνὴ τῆς τιμῆς τὸν Υἱὸν ὑπεραίρουσα, ἔσται 60.747 σοι τὰ τοῦ ∆αυῒδ πρὸς αὐτὸν ὑπηλλαγμένως βοᾷν, Κύριε, ἂν ἄκτιστον εἴπω σε, τί ἀνταποδώσεις μοι μείζονί σου τετιμηκότι σε τιμῇ; Ἀλλ' ἐρεῖ πρὸς αὐτοὺς Ἰωάννης ἀντιφθεγγόμενος· Μωροὶ καὶ τυφλοὶ, οὐκ ἐσμὲν ἱκανοὶ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. Πανταχόθεν τοίνυν πρὸς τὴν τῆς θείας φύσεως ὑψηλολογίαν διεγειρώμεθα, μεγάλας ἐν ὕμνοις Θεοῦ μελετῶμεν ἐννοίας, ἄρωμεν ἰσχύϊ πάσῃ πρὸς ὕψος τὸν προσκυνούμενον, φρόνημα πτωχὸν ἐν καιρῷ θεολογίας σώσωμεν, τιμή 60.748 σωμεν τὸν Πατέρα ὑψηλαῖς εἰς τὸν Υἱὸν εὐφημίαις, δοξάσωμεν τὴν τοῦ γεννήτορος δόξαν, τὴν τοῦ γεννηθέντος πρὸς αὐτὸν ὁμοιότητα φύσεως ἴσῃ ὁμοτιμίᾳ· τὴν τῆς γεννήσεως ὁμολογῶμεν ἀλήθειαν, κτησώμεθα τοῦ Πατρὸς τὴν ἀγάπην τῇ περὶ τὸν ἐξ αὐτοῦ θεραπείᾳ· Ἐὰν γάρ τις ἀγαπᾷ με, φησὶν, ἀγαπήσει αὐτὸν ὁ Πατήρ μου· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.