1

 2

 3

 4

 5

 6

3

νόμου, φησὶν, ἕνεκεν, καὶ τῶν ἐν τῷ νόμῳ κειμένων γραμμάτων. Ἂν τοίνυν φανῇ Χριστὸς ὁ τὸν νόμον ἐκεῖνον δεδωκὼς, οὐκ εὔδηλον ὅτι ὑπὲρ τοῦ νόμου παθόντες, ὑπὲρ τοῦ νομοθέτου τὴν καρτερίαν ἐπεδείξαντο πᾶσαν ἐκείνην; Φέρε δὴ οὖν τοῦτο ἀποδείξωμεν σήμερον, ὅτι Χριστός ἐστιν ὁ τὸν νόμον δεδωκώς. Τίς οὖν ταῦτά φησιν; Ὁ ταῦτα σαφῶς ἐπιστάμενος, τά τε παλαιὰ καὶ τὰ νέα, Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος· Κορινθίοις γὰρ ἐπιστέλλων, οὕτω πώς φησιν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάττῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, τὸ μάννα λέγων, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, τὸ ὕδωρ λέγων τὸ ἀπὸ τῆς πέτρας. Εἶτα δεικνὺς ὅτι ὁ Χριστὸς ταῦτα ἐποίει τὰ θαύματα, ἐπήγαγεν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Καὶ εἰκότως· οὐ γὰρ ἡ φύσις τῆς πέτρας ἠφίει τὸ ὕδωρ καὶ τοὺς ποταμοὺς ἐκείνους, ἀλλ' ἡ τοῦ Χριστοῦ ἐνέργεια τύπτουσα τὸν λίθον, ἀναδίδοσθαι τὰς πηγὰς παρεσκεύαζε. ∆ιὰ τοῦτο καὶ πνευματικὴν πέτραν ἐκάλεσε, καὶ ἀκολουθεῖν ἔφη· ἡ δὲ αἰσθητὴ οὐκ ἀκολουθεῖ, ἀλλ' ἐν ἑνὶ ἵδρυται χωρίῳ· ἀλλ' ἡ πανταχοῦ παροῦσα δύναμις καὶ πάντα θαυματουργοῦσα, ἐκείνη καὶ τὴν πέτραν ἀνέῤῥηξεν. Εἰ δὲ οὐκ ἀνέχοιτο τῶν ῥημάτων τούτων ὁ Ἰουδαῖος, φέρε δὴ τοῖς οἰκείοις αὐτὸν ὅπλοις ἕλωμεν, οὐδὲν ἀπὸ Παύλου καὶ Πέτρου καὶ Ἰωάννου, ἀλλ' ἀπὸ τῶν προφητῶν αὐτῷ διαλεγόμενοι, ἵνα μάθῃ ὅτι τὰ πράγματα παρ' αὐτῷ, τὰ δὲ νοήματα παρ' ἡμῖν. γʹ. Τίς οὖν τῶν προφητῶν ταῦτά φησιν, ὅτι τὴν Παλαιὰν αὐτὸς ἔδωκε ∆ιαθήκην; Ὁ ἐκ κοιλίας ἁγιασθεὶς Ἱερεμίας, ὁ ἐν νεότητι λάμψας. Ποῦ καὶ πότε; Ἄκουε τῶν ῥημάτων αὐτῶν, καὶ παιδεύου σαφῶς ἐκ τῶν λεγομένων. Τίνα τοίνυν ἐστὶ τὰ ῥήματα; Ἰδοὺ ἡμέραι 63.527 ἔρχονται, λέγει Κύριος. Ἐκ προοιμίων εὐθέως ἀνίστησι τὸν ἀκροατὴν, καὶ διεγείρει τὰ φρονήματα τῶν ἀκουόντων, δεικνὺς ὅτι οὐκ αὐτοῦ τὰ ῥήματα, ἀλλὰ τοῦ ἀπεσταλκότος αὐτὸν Θεοῦ. Ἰδοὺ ἡμέραι ἔρχονται. Εἶτα δείκνυσιν, ὅτι περὶ μελλόντων ἡμῖν διαλέγεται πραγμάτων. Πῶς οὖν, εἰ περὶ μελλόντων διαλέγεται, τὴν Παλαιὰν, φησὶν, αὐτὸς ἔδωκε; Ἀνάμεινον καὶ μὴ θορύβει, καὶ τότε ὄψει σαφῶς τῆς ἀληθείας τὴν λαμπηδόνα. Ὅτε γὰρ ταῦτα ἐλέγετο, ὁ νόμος ἦν δεδομένος καὶ παραβαθεὶς, ἡ δὲ Καινὴ οὐδέπω. Ταῦτα τοίνυν σαφῶς ἐπὶ ταῖς διανοίαις ὑμῶν ἐναποθέμενοι, δέχεσθε τὴν λύσιν τῶν πολλοῖς διαπορουμένων. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, τὸν παρόντα καιρὸν δηλῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Ἐρωτῶ τὸν Ἰουδαῖον, ἐρωτῶ τὸν ἀσθενοῦντα ἀδελφὸν, τίς τὴν καινὴν ἔδωκε διαθήκην; Πάντως ἐρεῖ πᾶς, ὅτι ὁ Χριστός. Οὐκοῦν οὗτος καὶ τὴν παλαιάν· ὁ γὰρ εἰπὼν, ὅτι ∆ιαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην, ἔδειξεν ὅτι κἀκείνην αὐτὸς διέθετο· οὐκοῦν ἀμφοτέρων τῶν διαθηκῶν εἷς ὁ νομοθέτης. Καὶ πότε διέθετο τὴν παλαιὰν, εἰπέ μοι; Ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Ἰδὲ πῶς καὶ τὴν εὐκολίαν ἔδειξε τῆς ἐξόδου, καὶ τὴν φιλοστοργίαν τὴν αὐτοῦ, καὶ τὴν ἄδειαν τῆς τότε διεξαγωγῆς, καὶ ὅτι πάντα αὐτὸς ἐθαυματούργει τὰ ἐν Αἰγύπτῳ. Τῷ γὰρ εἰπεῖν, Ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, τὰ θαύματα πάντα ἐδήλωσεν· ἡ γὰρ ἔξοδος ἐκείνη διὰ τῶν σημείων τῶν παραδόξων ἐκείνων ἐγίνετο. Καὶ αὐτοὶ οὐκ ἐνέμειναν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι μὲν οὖν καινῆς καὶ παλαιᾶς διαθήκης εἷς ὁ νομοθέτης, ἐντεῦθεν δῆλον. Ἐνταῦθα δὲ εἴ τις ἀκριβῶς κατεῖδε τὸ εἰρημένον, οἶδεν ὅτι οὐ τῆς τυχούσης ἀπορίας