1

 2

 3

 4

 5

3

καλὴ καὶ ἡδεῖα· δῶρον γάρ ἐστι Θεοῦ· ἀλλ' ὅταν ἡ μέλλουσα φανῇ, τότε καταφρονεῖται δικαίως αὐτή. Μὴ τοίνυν αἰσχυνθῶμεν τοῖς σεμνοῖς τῆς σωτηρίας ἡμῶν συμβόλοις, μηδὲ τὸ μέγα κεφάλαιον τῶν ἀγαθῶν, δι' οὗ ζῶμεν καὶ ἐσμὲν, ἀποκρουσώμεθα, τρυφῇ ἑαυτοὺς ἐκδόντες καὶ κραιπάλῃ καὶ γαστριμαργίᾳ, ἀλλ' ὡς στέφανον περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ, τουτέστι τῶν παθῶν τὴν νέκρωσιν. Καὶ γὰρ πάντα δι' αὐτοῦ τελεῖται τὰ καθ' ἡμᾶς· κἂν ἀναγεννηθῆναι δέῃ, σταυρὸς παραγίνεται· κἂν τραφῆναι τὴν μυστικὴν ἐκείνην τροφὴν, κἂν χειροτονηθῆναι, κἂν ὁτιοῦν ἕτερον ποιῆσαι, πανταχοῦ τὸ σύμβολον ἡμῖν τοῦ σταυροῦ παρίσταται. ∆ιὰ τοῦτο καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ τῶν τοίχων, καὶ ἐπὶ τῶν θυρίδων, καὶ ἐπὶ τῶν μετώπων, καὶ ἐπὶ τῆς διανοίας μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς. Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας τοῦ ∆εσπότου τοῦτό ἐστι σημεῖον. ∆ιὰ τοῦτο σφραγὶς κέκληται, ὅτι πάσας τοῦ Θεοῦ τὰς παρακαταθήκας, ὅσας ἂν λάβωμεν, τούτῳ, καθάπερ τινὶ σημάντρῳ βασιλικῷ καὶ δακτυλίῳ, σφραγίζομεν, καὶ προσελθεῖν οὐδὲν οὐκέτι τολμᾷ πονηρόν. Ἂν προστασίαν δήμου τινὶ παρακατάθωμεν, κἂν πρὸς τὸ τῆς ἱερωσύνης ἀγάγωμεν ἀξίωμα, μετὰ τὸ μυρία ἐπεύξασθαι, καὶ καλέσαι τοῦ Πνεύματος τὴν χάριν ἐλθοῦσαν, τούτῳ σφραγίζομεν, ὥσπερ ἐναποκλείοντες ἐν ἀσφαλεῖ ταμιείῳ τὴν δοθεῖσαν δωρεάν. Οὕτω καὶ ἐν ταῖς ἱερουργίαις παραλαμβάνεται. Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ μάχαιρά ἐστι καὶ ξύλον, ἐν ᾧ σφαγεὶς ὁ Χριστὸς ὑπὸ τῶν θεοκτόνων Ἰουδαίων ἔλυσε τὰ ἔργα τοῦ διαβόλου, καὶ αὐτὸν τὸν διάβολον κατέβαλε, τὰς ἡμῶν ἁμαρτίας προσηλώσας ἐν αὐτῷ. Τούτου χάριν ἐν ταῖς ἱερουργίαις παραλαμβάνεται, οἵα τις ῥομφαία καὶ μάστιξ βασιλικὴ, βασανίζουσα καὶ ἀποδιώκουσα πᾶσαν δαιμονικὴν ἔλευσιν, καὶ σατανικὴν ἐπιφοράν. ∆ιὰ τοῦτο οἱ θεῖοι ἱερομύσται, ὥσπερ τινὲς δορυφόροι, προθέντες τὴν βασιλικὴν μάστιγα, διὰ ταύτης ἀποδιώκουσι πᾶσαν ἀντίδικον καὶ ἀντίπαλον φάλαγγα, τὰς θείας καὶ βασιλικὰς δωρεὰς τοῖς μυσταγωγοῖς ἀπονέμοντες, καὶ σὺν αὐτοῖς τὸν βασιλέα Χριστὸν γεραίροντες.

γʹ. Ὅταν τοίνυν σφραγίζῃ, ἐννόει τοῦ σταυροῦ πᾶσαν τὴν ὑπόθεσιν, καὶ σβέσεις θυμὸν, καὶ πάντα τὰ λοιπὰ πάθη. Ὅταν σφραγίζῃ, πολλῆς ἔμπλησον τὸ μέτωπον παῤῥησίας, τὸ στῆθος, τὰ ὄμματα, καὶ πᾶν μέλος παράστησον θυσίαν εὐάρεστον τῷ Θεῷ. Τοῦτο γὰρ ἡ λογικὴ λατρεία. Τοῦτο τὸ σημεῖον καὶ ἐπὶ τῶν προγόνων ἡμῶν θύρας ἀνέῳξε κεκλεισμένας, τοῦτο δηλητήρια ἔσβεσε φάρμακα, τοῦτο κωνείου δύναμιν ἐξέλυσε, τοῦτο θηρίων ἰοβόλων δήγματα ἰάσατο. Εἰ γὰρ ᾅδου πύλας ἀνέῳξε, καὶ οὐρανῶν ἁψῖδας ἀνεπέτασε, καὶ παραδείσου εἴσοδον ἀνεκαίνισε, καὶ τοῦ διαβόλου τὰ νεῦρα ἐξέκοψε, τί θαυμαστὸν εἰ φαρμάκων δηλητηρίων περιγίνεται; Τοῦτο τοίνυν ἐγκόλαψον τῇ διανοίᾳ τῇ σῇ, καὶ τὴν σωτηρίαν περίπτυξαι τῶν ἡμετέρων ψυχῶν. Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἔσωσε, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο. ∆ιὰ τοῦτον οἱ δαίμονες οὐκ ἔτι φοβεροὶ, ἀλλ' εὐκαταφρόνητοι, οὐδὲ ὁ θάνατος θάνατος, ἀλλ' ὕπνος καὶ ἐγρηγόρησις. ∆ιὰ τοῦτον τὰ τῆς σαρκὸς πάθη τὰ πολεμοῦντα τοὺς νηστεύοντας, 52.839 ἀπομαραίνονται. Ἂν τοίνυν εἴποι σοί τις τῶν Ἰουδαίων· Τὸν ἐσταυρωμένον προσκυνεῖς; εἰπὲ φαιδρᾷ καὶ μεγάλῃ τῇ φωνῇ, καὶ γεγηθότι τῷ προσώπῳ· Ναὶ, καὶ προσκυνῶ, καὶ οὐ παύσομαι προσκυνῶν· κἂν γελάσῃ, δάκρυσον ὅτι μαίνεται, καὶ οὐ συνιεῖ τί φθέγγεται· καὶ τῷ ∆εσπότῃ Χριστῷ εὐχαρίστησον, ὅτι τοιαῦτα ἡμᾶς εὐεργέτησεν, ἃ μηδὲ μαθεῖν δύναταί τις χωρὶς τῆς ἄνωθεν ἀποκαλύψεως. ∆ιὰ τοῦτο καὶ οὗτος γελᾷ, ὅτι Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ἀλλὰ τί φησιν ὁ φρενόληπτος καὶ ἀγνώμων καὶ ἀπειθὴς Ἰουδαῖος; Εἰ οὖν Θεός ἐστιν ὁ Χριστὸς, ὥς φατε, καὶ Θεοῦ Υἱὸς, καὶ ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλήλυθε, διὰ τί τοιούτῳ θανάτῳ ἀσχήμῳ