3
Ὅςτις οὖν ἐπαγγέλλεται παρθενίαν, δεχέσθω τὰς συμβουλίας τοῦ σωφρονεστάτου πάντων ἀνθρώπων, ὃς καὶ αὐτὸς πρὸ τῆς ἐπιφανείας τοῦ Χριστοῦ γεγονὼς οὕτως ἀκριβὴς ἐγένετο τῆς σωφροσύνης φύλαξ. Καί μοι μηδεὶς ἁπλῶς ἀκουέτω τὸ πρὸ τῆς ἐπιφανείας τοῦ Χριστοῦ πεφηνέναι τοὺς δικαίους τοσαύτην βάσανον ἐγκρατείας παρεχομένους· οὐ γὰρ τοσαύτην εἶχον ἐπικειμένην σωφροσύνης ἀνάγκην οὐδὲ μεγάλην οὕτω μέμψιν τοῖς ἁγίοις ἔφερεν ἀμελούμενον 580 τῆς σωφροσύνης τὸ κτῆμα. Πῶς; Ὅτι ταύτης ἕνεκα τῆς αἰτίας ὁ θεὸς ὁ ὕψιστος, ὁ τῶν ὅλων δημιουργός, τὴν ἡμετέραν ἔλαβε μορφήν, ἵνα τὴν τῶν ἀγγέλων ἁγιαστίαν ἐξ οὐρανοῦ καταγάγῃ.
Ὅταν οὖν φανῶσιν ἄνθρωποι μετὰ τοσαύτην τιμὴν ἡδοναῖς δουλεύοντες, οὐκ ἔστιν εἰπεῖν τῆς τόλμης τὸ μέγεθος, ὅτι τὴν τοῦ δεσπότου φιλανθρωπίαν τό γε κατ' αὐτοὺς ἀποφαίνουσι ματαίαν τὰ μέλη τοῦ Χριστοῦ μέλη πόρνης ποιοῦντες. Ἀκουσάτωσαν δαίμονες καὶ φοβηθήτωσαν, ὅτι θεὸς μὲν οὐκ ἀναίνεται συγκολλᾷν ἑαυτῷ καὶ συνάπτειν ἡμᾶς· τολμῶσι δέ τινες τῶν πιστῶν ἀπορρήξαντες ἑαυτοὺς ἀπὸ τοῦ Χριστοῦ συνάπτεσθαι πόρναις; Οὐ τοσοῦτόν ἐστι κακὸν ἐξ οὐρανοῦ κατενεχθέντα πεσεῖν εἰς βόρβορον, ὅσον ἐστὶ κακόν, μέλος Χριστοῦ γενόμενον ἐκ τῆς θείας τιμῆς ἐκπεσεῖν καὶ γενέσθαι μέλος πόρνης. Ὅταν οὖν ἐπιθυμία πονηρὰ καταφλέγῃ τὴν ψυχήν, ἀναμνήσθητι τοῦ Χριστοῦ ταχέως, νόμιζε παρεστηκέναι σοι τὸν Παῦλον νουθετοῦντα καὶ λέγοντα· Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Ἂν τούτων ἀναμνησθῇς τῶν ῥημάτων, ταχέως ὄψῃ τὴν ἡδονὴν δραπετεύουσαν. Εἰ γὰρ θεραπαίνας ἀσχημονούσας δέσποινα φανεῖσα κοσμία καὶ σώφρων βλέμματι μόνον ὀξέως ἐσωφρόνισε, τί θαυμάζεις, εἰ διενοχλοῦσαν ἡδονὴν ἡ τοῦ Χριστοῦ μνήμη κατακοιμίζει ταχέως; Ἀεὶ τὸν σταυρὸν ἔχε πρὸ τῶν ὀφθαλμῶν σου λάμποντα, καὶ καθαρὸς ἁμαρτημάτων διαπεράσεις τὸν χρόνον. Ὥςπερ γὰρ ὁ τῆς νεφέλης στῦλος τύπος ὢν καὶ προφητεία τοῦ σταυροῦ τὸ τῶν Ἑβραίων πλῆθος ἀνέπαυε καὶ οὐκ εἴα πάσχειν οὐδὲν ὑπὸ τῶν Αἰγυπτίων δεινόν, οὕτως ὁ σταυρὸς πρὸ τῶν ὀφθαλμῶν ὁρώμενος πᾶσαν ἀπελαύνει ταχέως πονηρὰν ἡδονὴν καὶ οὐκ ἐᾷ παθεῖν οὐδὲν τῆς εὐσεβείας ἀνάξιον.
Τοῦτο σωτηρία ψυχῆς, τοῦτο τῆς αἰσχρᾶς ἐπιθυμίας θαυμαστὸν ἀλεξιφάρμακον· τὰ μὲν γὰρ ἐν τοῖς σώμασιν ἀρρωστήματα 581 ταῖς τῶν ἰατρῶν καταπαύεται τέχναις, ψυχὴν δὲ νοσοῦσαν ἰᾶται ταχέως τὰ λόγια τοῦ Χριστοῦ. ∆ιόπερ καὶ τοὺς ἡμαρτηκότας ἤδη καὶ δουλεύοντας ἡδοναῖς ἀξιοῦμεν καὶ ἱκετεύομεν διαναστῆναι καὶ νῆψαι καὶ μὴ πάντα ἡττᾶσθαι τοῦ πάθους μηδὲ ὥσπερ κατὰ ῥοῦν φέρεσθαι μηδὲ δουλώσαντας ταῖς ἡδοναῖς τὸν λογισμὸν πικρὰν ἐν τῇ ψυχῇ τὴν τυραννίδα περιφέρειν, ἀλλ' ἀντιστῆναι καὶ παρατάξασθαι καὶ τῷ φόβῳ τοῦ Χριστοῦ τὸν νοῦν ἐπιρρώσαντας ἐκβαλεῖν ἐκ τῆς ἀκροπόλεως χαλεπὴν δέσποιναν, ἵνα πᾶσαν κηλῖδα ῥίψαντες καὶ τῶν ἡμαρτημένων τὸ πλῆθος ἀπορριψάμενοι μετὰ καθαρᾶς καὶ ἀδιαφθόρου τῆς ψυχῆς δυνηθῶμεν προςϊέναι τοῖς θείοις καὶ φοβεροῖς μυστηρίοις τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.