3
ἐπίκειταί σοι, τοῦ μὴ ποιῆσαι ἐλεημοσύνην; Οὐκ ἔστιν οὕτω, μὴ γένοιτο· ἀλλὰ καὶ ἔχεις καὶ δύνασαι, ὅστις ἐὰν εἶ, καὶ μάλιστα πιστός. Καὶ πρὸς μὲν τὸ σῶμα φιλότιμος ὑπάρχεις, περὶ δὲ τὴν ψυχὴν περίψηφος. Ἡ ἐλεημοσύνη τροφὴ τῆς ψυχῆς ἐστι· καὶ ὥσπερ ἄρτος καὶ οἶνος τοῦ σώματός ἐστι τροφὴ καὶ εὐφρασία, οὕτω καὶ ἡ ἐλεημοσύνη καὶ προσευχὴ τῆς ψυχῆς ὑπάρχει θεραπεία καὶ χαρά. Καὶ τί δίδωσιν ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, ἢ μόνον ἐλεημοσύνην; Εἰ δὲ ἀγνοεῖς, μάνθανε καὶ παρὰ τῆς χήρας τῆς ἐν τῇ Καινῇ ∆ιαθήκῃ, ὅτι διὰ δύο ὀβολοὺς ὅλην τὴν τῶν οὐρανῶν βασιλείαν ἐκέρδανεν, αὐτὸν ὅλον τὸν Θεὸν ἐπαινέτην λαβοῦσα τῆς πτωχείας ταύτης, καὶ μέχρι τῶν οὐρανῶν ἀνελθούσης τῆς καρποφορίας αὐτῆς. Οὐκ εἶδες τὸν Σωτῆρα ἐν τοῖς ἁγίοις Εὐαγγελίοις ἀποδεχόμενον τὴν χήραν τὴν βάλλουσαν ἐν τῷ γαζοφυλακίῳ τὰ δύο λεπτὰ, καὶ χαρισάμενον αὐτῇ τὸν στέφανον τὸν ἐπουράνιον; Εἶδε γὰρ τῆς ψυχῆς τὴν εὐωδίαν, εἶδε τὴν πτωχὴν φιλόπτωχον, εἶδε τὴν ἐνδεῆ χρημάτων τοῖς μὴ ἐνδεέσι συνεισφέρουσαν. Πολλοὶ μὲν ἦσαν οἱ βάλλοντες πολλὰ εἰς τὸ γαζοφυλάκιον· καὶ παρῆν τοῖς γενομένοις ὁ Θεὸς ἅμα καὶ ἄνθρωπος, ὁ αὐτὸς οὐ δικάζων κατὰ πρόσωπον, καὶ τὰς καρδίας τῶν ἀνθρώπων διερευνῶν. Καὶ ποίαν ἀπόφασιν ἐκφέρει περὶ τούτων, ἀκούσωμεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη πλεῖον πάντων ἔβαλεν. Οὐ γὰρ τὰ βαλλόμενα πάντα ἀποδέχομαι, φησὶν, ἀλλὰ καὶ τὴν προαίρεσιν τῶν συνεισφερόντων δοκιμάζω. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη πλεῖον πάντων ἔβαλεν. ∆ιὰ τί; Ὅτι οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἤνεγκαν, αὕτη δὲ ὄλον τὸν βίον αὐτῆς εἰσήνεγκεν. Οὐκοῦν ἐπειδὴ δικαίως ἔκρινεν, εἴπωμεν καὶ ἡμεῖς ἅπαντες τῷ Θεῷ, ὡς ὁ Προφήτης εἶπε· ∆ίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου· ὅτι τὴν προαίρεσιν τῶν ἀνθρώπων δοκιμάζεις, καὶ οὐ τῷ πλήθει τῶν προσφερομένων τὴν βασιλείαν περιγράφεις. Οὐ γὰρ προσέχεις τοῖς προσφερομένοις, ἀλλὰ τῇ διαθέσει τῶν προσφερόντων. Μὴ τοίνυν ὀκνήσῃ τις ὑμῶν, παρακαλῶ, κἂν δύο λεπτὰ, κἂν δέκα ὀβολοὺς εἰς τὸ γαζοφυλάκιον τῶν χηρῶν καὶ ὀρφανῶν καταβαλεῖν· οὕτω γὰρ καὶ ἡ ἁγία Γραφὴ διδάσκει, ὅτι καθὼς ἂν ἔχῃ τις προαίρεσιν, εὐπρόσδεκτός ἐστι παρὰ τῷ Θεῷ. Μὴ οὖν γένηται ἡ τράπεζα ἐκείνη ἀλλοτρία τῆς σῆς καρποφορίας· ἀλλ' ἔχε μερίδα μετ' αὐτῆς, ἵνα λάβῃς μερίδα μετὰ τῶν κομιζομένων, ἔλεος παρὰ τοῦ ἐλεήμονος Θεοῦ τοῦ εἰπόντος· Ἐλεεῖτε, ἵνα ἐλεηθῆτε. Ὥσπερ γὰρ πιστεύεται, ὅτι ἔστιν ἄγγελος ἐξ οὐρανοῦ ὁ τὰς προσευχὰς δεχόμενος τοῦ λαοῦ, καὶ προσφέρων τῷ Θεῷ ταύτας, καὶ σπουδάζεις μετὰ πάντων ἀποδοῦναι τῷ Θεῷ τὰς εὐχὰς, ἵνα σου τὸ δῶρον τῆς προσευχῆς μετὰ πάντων ἀποδεχθῇ· οὕτω πίστευε, ὅτι καὶ ἐν τούτοις ἐστὶν ἄγγελος ὁ δεχόμενος τὰ παρὰ σοῦ διδόμενα τοῖς πτωχοῖς, καὶ ταῦτα προσφέρων τῷ Θεῷ. Καὶ ποῖός ἐστιν οὗτος ὁ ἄγγελος, ἀλλ' ἢ ὁ τὰς προσευχὰς καὶ τὰς ἐλεημοσύνας Κορνηλίου τῷ Θεῷ προσενέγκας, καὶ εἰπὼν αὐτῷ· Κορνήλιε, αἱ ἐλεημοσύναι σου καὶ αἱ προσ60.750 ευχαί σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ; Καὶ ἦν τὸ πρώην Ἕλλην· μετὰ τοῦτο δὲ, ἀφ' οὗ ἐλάλησεν αὐτῷ ὁ ἄγγελος, ἐγένετο πιστὸς, καὶ οὕτω προσεδέχθησαν. Πόσῳ μᾶλλον σοῦ τοῦ φιλοχρίστου; Ὀφείλομεν δὲ λοιπὸν καὶ τοὺς πλουσίους παρακαλέσαι. Μάλιστα μὲν οἱ πολλοὶ φιλόπτωχοί εἰσι, καὶ ἀφ' ἑαυτῶν τοῦτο πράττουσι καλῶς γὰρ ἐμελέτησαν ἀρδευθῆναι παρὰ τῶν τοιούτων ἀνδρῶν, ἐκείνων τῶν πρὸ ἡμῶν διδασκάλων, καρποφορεῖν· ἀλλ' ὅμως ἐπειδὴ καὶ τῶν παρ' ἡμῖν πτωχῶν λόγον ἀπαιτοῦσιν, οὐκ ἀποκνήσω παρακαλέσαι αὐτοὺς, καὶ πρὸς ἐλεημοσύνην χειραγωγῆσαι, δύο ταῦτα παραφυλαττόμενος, τῷ μήτε αὐτοὺς παρὰ Θεῷ ἐγκληθῆναι, μήτε ἐμὲ παρὰ τῶν ἀγγέλων διαβληθῆναι· καὶ πῶς, ἐγὼ λέγω. Ἐὰν γὰρ μὴ καταβάλω τὰ τῆς θείας Γραφῆς λόγια εἰς τὴν ὑμετέραν ἀγαθὴν τράπεζαν, ὥσπερ ἀργύριον ἐπὶ τὸν τραπεζίτην, εὐθέως ἐγκαλοῦμαι παρὰ τοῦ Θεοῦ, καὶ