1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

∆υνατὸν γὰρ, ὄντως δυνατὸν, εἴ γε βουλόμεθα νήφειν· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ πᾶσαν κατορθῶσαι τὴν ἀρετήν. Αὐτεξουσίῳ γὰρ προαιρέσει κυβερνώμεθα, καὶ οὐχ εἱμαρμένης ἀνάγκῃ, κατά τινας, ὑποκείμεθα, ἐν τῷ θέλειν καὶ μὴ θέλειν ὁριζόμενοι καὶ τὰ καλὰ κεῖσθαι καὶ τὰ κακά. ∆ιὰ τοῦτο γὰρ ὁ Θεὸς καὶ βασιλείαν ὑπέσχετο, καὶ τιμωρίαν ἠπείλησεν. Οὐκ ἂν δὲ τοῖς ἀνάγκῃ δεδεμένοις οὕτως ἐποίησε· τῶν γὰρ ἀπὸ γνώμης γινομένων ἀντίδοσίς ἐστιν ἑκατέρων. Οὐκ ἂν νόμους ἔθηκεν, οὐκ ἂν παραινέσεις ἔδωκεν, εἰ δεσμοῖς εἱμαρμένης κεκρατημένοι ἦμεν. Ἀλλ' ἐπειδὴ ἐλεύθεροί ἐσμεν, καὶ τῆς ἰδίας προαιρέσεως κύριοι, καὶ ἀπὸ μὲν ῥᾳθυμίας γινόμεθα φαῦλοι, ἀπὸ δὲ σπουδῆς χρηστοὶ, διὰ τοῦτο ταῦτα κατεσκεύασε τὰ φάρμακα, τῷ φόβῳ τῆς κολάσεως καὶ τῇ προσδοκίᾳ τῆς βασιλείας διορθούμενος ἡμᾶς, καὶ φιλοσοφεῖν παιδεύων. Οὐκ ἐκ τούτων δὲ μόνον, ἀλλὰ καὶ ἐξ ὧν ἡμεῖς αὐτοὶ ποιοῦμεν, δῆλον ὅτι οὔτε εἱμαρμένη, οὔτε τύχη, οὔτε γένεσις, οὔτε δρόμος ἀστέρων τὰ καθ' ἡμᾶς διοικεῖ. Εἰ γὰρ ἐκεῖθεν ἤρτηται τὰ γινόμενα πάντα, καὶ οὐ τῆς προαιρέσεως τῶν ἀνθρώπων, τίνος ἕνεκεν μαστιγοῖς τὸν οἰκέτην κεκλοφότα; τίνος ἕνεκεν μοιχευθεῖσαν τὴν γυναῖκα εἰς δικαστήριον ἕλκεις; τίνος ἕνεκεν αἰσχύνῃ πράττων τὰ ἄτοπα; τίνος ἕνεκεν οὐδὲ τὰ ῥήματα φέρεις ὀνειδιζόμενος, ἀλλ' ἐάν τίς σε καλέσῃ μοιχὸν, ἢ πόρνον, ἢ μέθυσον, ἤ τι τοιοῦτον, ὕβριν τὸ πρᾶγμα καλεῖς; Εἰ γὰρ μὴ τῆς σῆς γνώμης τὸ ἁμαρτάνειν, οὔτε ἔγκλημα τὸ γινόμενον, οὔτε ὕβρις τὸ λεγόμενον. Νῦν δὲ καὶ δι' ὧν τοῖς ἁμαρτάνουσιν οὐ συγγινώσκεις, καὶ δι' ὧν αὐτὸς αἰσχύνῃ τὰ κακὰ πράττων, καὶ λανθάνειν σπουδάζεις, καὶ δι' ὧν τοὺς ταῦτά σοι προφέροντας ὑβριστὰς νομίζεις, διὰ πάντων ὁμολογεῖς, ὅτι οὐκ ἀνάγκῃ δέδεται τὰ ἡμέτερα, ἀλλὰ προαιρέσεως ἐλευθερίᾳ τετίμηται. Τοῖς γοῦν ἀνάγκῃ κατεχομένοις συγγινώσκειν οἴδαμεν. Κἂν ὑπὸ δαίμονός τις ὀχλούμενος, ἢ τὸν χιτῶνα διαῤῥήξῃ τὸν ἡμέτερον, ἢ πληγὰς ἐπενέγκῃ, οὐ μόνον οὐ κολάζομεν αὐτὸν, ἀλλὰ καὶ ἐλεοῦμεν καὶ συγγινώσκομεν. Τί δήποτε; ὅτι οὐχ ἡ τῆς προαιρέσεως ἐλευθερία, ἀλλ' ἡ τοῦ δαίμονος βία ταῦτα εἰργάσατο. Ὥστε εἰ καὶ τὰ ἄλλα ἁμαρτήματα ἀπὸ τῆς ἀνάγκης τῆς κατὰ τὴν εἱμαρμένην ἐγίνετο, συνέγνωμεν ἄν· ἐπειδὴ δὲ ἴσμεν, ὅτι οὐκ ἔστιν ἀνάγκης, διὰ τοῦτο οὐ συγγινώσκομεν, οὔτε δεσπόται οἰκέταις, οὔτε ἄνδρες γυναιξὶν, οὔτε γυναῖκες ἀνδράσιν, οὔτε 56.283 πατέρες παισὶν, οὔτε διδάσκαλοι μαθηταῖς, οὔτε ἄρχοντες ἀρχομένοις, ἀλλὰ πικροὶ τῶν τετολμημένων ἐξετασταὶ καὶ τιμωροὶ γινόμεθα, καὶ δικαστήρια καταλαμβάνομεν, καὶ πληγαῖς ὑποβάλλομεν, καὶ ἐπιτιμήσεσι χρώμεθα, καὶ πάντα πράττομεν, ὅπως ἀπαλλάξωμεν αὐτοὺς τῶν κακῶν. Τοῖς δὲ παισὶ τοῖς ἡμετέροις καὶ παιδαγωγοὺς ἐφιστῶμεν, καὶ εἰς διδασκάλους πέμπομεν, καὶ ἀπειλὰς προστίθεμεν, καὶ μάστιγας ἐπιτίθεμεν, καὶ πολλὰ ἕτερα βοηθήματα προσάγομεν, ἵνα καλοὶ γένωνται. Τίς οὖν χρεία πόνων καὶ ἱδρώτων πρὸς τὸ κατορθοῦν ἀρετήν; Εἰ γὰρ εἵμαρταί τινι γενέσθαι καλὸν, καὶ καθεύδων ὁ τοιοῦτος καὶ ῥέγχων ἔσται καλός· μᾶλλον δὲ οὐδὲ καλὸν τὸν τοιοῦτον ἔστιν εἰπεῖν, τὸν ἐξ ἀνάγκης τοῦτο γινόμενον. Τίς χρεία πόνων καὶ ἱδρώτων πρὸς τὸ φεύγειν κακίαν; Εἰ γὰρ εἵμαρταί τινι γενέσθαι κακὸν, κἂν μυρία ταλαιπωρῇ, κακὸς ἔσται· μᾶλλον δὲ οὐδὲ κακὸν τὸν τοιοῦτον ἔστιν εἰπεῖν, τὸν ὑπ' ἀνάγκης πρὸς τοῦτο ὠθούμενον. Ὥσπερ γὰρ τὸν δαιμονῶντα, κἂν λοιδορῇ, κἂν τύπτῃ πάλιν γὰρ τῷ αὐτῷ κέχρημαι παραδείγματι, οὐ προσεροῦμεν ὑβριστήν· οὐ γὰρ αὐτῷ λογιζόμεθα τὴν λοιδορίαν, ἀλλὰ τῇ ἀνάγκῃ τοῦ δαίμονος· οὕτω καὶ τὸν κακὸν, εἰ ὑπὸ τῆς εἱμαρμένης ὠθεῖται πρὸς τοῦτο, μὴ καλῶμεν αὐτὸν κακὸν, ὥσπερ οὐδὲ τὸν καλὸν καλόν. Καὶ γὰρ εἰ τοῦτο δοθείη, πάντα συγχυθήσεται τὰ καθ' ἡμᾶς, καὶ οὔτε ἀρετὴ ἔσται τι, οὔτε κακία, οὐ τέχναι, οὐ νόμοι, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Τίνος δὲ ἕνεκεν