1

 2

 3

 4

 5

 6

 7

 8

3

εὐκολώτερον ἐκ τῶν ὄντων προήσεται. Οὐ γὰρ τὰ μέτρα τῆς οὐσίας, ἀλλὰ τὰ μέτρα τῆς γνώμης τὴν ἐλεημοσύνην ἐργάζεσθαι πέφυκεν· ἐπεὶ καὶ ἡ χήρα ἐκείνη τότε δύο κατέβαλεν ὀβολοὺς, καὶ τοὺς τῷ πλούτῳ κομῶντας ὑπερηκόντισε, καὶ ἡ ἑτέρα χήρα ἐν δρακὶ ἀλεύρου καὶ ὀλίγῳ ἐλαίῳ τὴν οὐρανομήκη ψυχὴν ἐκείνην ἐξενοδόχησε, καὶ οὐδεμιᾷ τούτων γέγονεν ἡ πενία κώλυμα. Μὴ δὴ προφασίζου περιττὰ καὶ ἀνόνητα· οὐ γὰρ περιουσίαν εἰσφορᾶς ἀπαιτεῖ, ἀλλὰ πλοῦτον προαιρέσεως· ὃς οὐκ ἀπὸ τοῦ μέτρου τῶν δεδομένων, ἀλλ' ἀπὸ τῆς προθυμίας τῶν παρεχόντων δείκνυται. 48.771 Πένης εἶ, καὶ πάντων ἀνθρώπων πενέστερος; ἀλλ' οὐκ εἶ τῆς χήρας ἐκείνης πτωχότερος, ἣ τοὺς πλουτοῦντας ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισεν. Ἀλλὰ καὶ αὐτῆς ἀπορεῖς τῆς ἀναγκαίας τροφῆς; ἀλλ' οὐκ εἶ τῆς Σιδωνίας ἀπορώτερος, ἣ πρὸς αὐτὸν ἐλθοῦσα τοῦ λιμοῦ τὸν πυθμένα, τοῦ θανάτου προσδοκωμένου λοιπὸν, καὶ χοροῦ παίδων περιεστῶτος, οὐδὲ οὕτως ἐφείσατο τῶν ὄντων, ἀλλὰ διὰ τῆς ἐπιτεταμένης πενίας πλοῦτον ἄφατον ἐπρίατο, ἅλωνα τὴν χεῖρα καὶ ληνὸν τὴν ὑδρίαν ἐργασαμένη, ἐξ ὀλίγων πολλὰ πηγάζειν παρασκευάσασα. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἴωμεν, ἵνα μὴ συνεχεῖς τὰς παρεκτροπὰς ποιώμεθα. Ἐπειδὴ οὖν ἔμελλεν ὁ νυμφίος ἔρχεσθαι, ταῦτα πρὸς ἀλλήλας αἱ παρθένοι διελέγοντο. Ἐκεῖναι δὲ πρὸς τοὺς πωλοῦντας ἔπεμπον αὐτάς· ἀλλ' οὐκ ἦν καιρὸς οὐκέτι λοιπὸν ἀγοράζειν ἔλαιον· εἰκότως.

Οἱ γὰρ πωλοῦντες ἐν τῷ παρόντι βίῳ μόνον εἰσί· μετὰ δὲ τὴν ἐντεῦθεν ἀποδημίαν καὶ τὸ λυθῆναι τὸ θέατρον οὐκ ἔστι λοιπὸν φάρμακον τοῖς γεγενημένοις εὑρεῖν, οὐδὲ συγγνώμην καὶ ἀπολογίαν, ἀλλ' ἀνάγκη λοιπὸν κολάζεσθαι· ὅπερ καὶ τότε γέγονεν. Ἐπειδὴ γὰρ ἦλθεν ὁ νυμφίος, αἱ μὲν εἰσῆλθον λαμπρὰς ἔχουσαι τὰς λαμπάδας, αἱ δὲ, ὑστερήσασαι τῆς εἰσόδου, τὰς θύρας ἐπάτασσον τοῦ νυμφῶνος, καὶ τὸ φοβερὸν ῥῆμα ἐκεῖνο ἤκουον· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς. Εἶδες αὐτὸν πάλιν καὶ τιμῶντα καὶ κολάζοντα, καὶ στεφανοῦντα καὶ τιμωροῦντα, καὶ δεχόμενον καὶ ἀποπέμποντα, καὶ ἑκατέρου τοῦ μέρους τῆς κρίσεως ὄντα κύριον; Τοῦτο καὶ ἐπὶ τοῦ ἀμπελῶνος, τοῦτο καὶ ἐπὶ τῶν πέντε καὶ δύο ταλάντων, καὶ τοῦ ἑνὸς ἴδοι τις ἄν· τοὺς μὲν γὰρ ἀπεδέξατο, καὶ εἰσήγαγεν ἐπὶ πλείοσι, τὸν δὲ ἐκέλευσε δεθέντα ἔξω βάλλεσθαι εἰς τὸ σκότος τὸ ἐξώτερον.

γʹ. Ἀλλὰ τίς αὐτῶν ὁ δριμὺς λόγος, μᾶλλον δὲ πολλῆς ἀνοίας γέμων; ἔχειν μὲν

ἐξουσίαν καὶ κολάζειν καὶ στεφανοῦν, καὶ τιμωρεῖσθαι καὶ ἀμοιβὰς διδόναι, ἀλλὰ τὴν ἀνωτάτω προεδρίαν, φησὶ, καὶ τὴν ὑψηλοτάτην τιμὴν, ταύτην ἔφησεν οὐκ εἶναι αὐτοῦ δοῦναι· Τί οὖν ἐὰν μάθῃς ὅτι οὐδέν ἐστιν ὑπεξῃρημένον αὐτοῦ τῆς ψήφου, ἀποθήσῃ ποτὲ τὴν ἄκαιρον ταύτην φιλονεικίαν; Οὐκοῦν αὐτοῦ πάλιν ἄκουε λέγοντος· Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ. Εἰ τοίνυν πᾶσαν ἔχει τὴν κρίσιν, οὐδὲν ὑπεξῄρηται τῆς ψήφου· ὁ γὰρ πᾶσαν ἔχων τὴν κρίσιν, κύριός ἐστι πάντας καὶ τιμωρεῖσθαι καὶ στεφανοῦν. Τὸ δὲ, ἔδωκεν, ἐνταῦθα μὴ ἀνθρωπίνως ἀκούσῃς, ἀγαπητέ· οὐ γὰρ οὐκ ἔχοντι ἔδωκεν, οὐδὲ ἀτελῆ ἐγέννησεν, οὐδὲ ὕστερον αὐτῷ προσεγένετο, ἀλλὰ τὸ, ἔδωκε, τοιοῦτόν ἐστι, τοιοῦτον αὐτὸν ἐγέννησε, τέλειον, ἀπηρτισμένον. Ταύτῃ δὲ κέχρηται τῇ λέξει, ἵνα μὴ δύο γεννητοὺς νομίσῃς θεοὺς, ἀλλ' ἵνα εἰδῇς καὶ τὴν ῥίζαν καὶ τὸν καρπόν· οὐχ ἵνα ὕστερον αὐτῷ προσγεγενῆσθαι νομίσῃς τοῦτο. Καὶ γὰρ ἐρωτώμενος ἀλλαχοῦ, Οὐκοῦν βασιλεὺς εἶ σύ; οὐκ εἶπεν, ὅτι Ἔλαβον τὴν βασιλείαν· οὐκ εἶπεν, ὅτι προσεγένετο αὐτῷ ὕστερον ἡ βασιλεία· ἀλλ', ὅτι Ἐγὼ εἰς τοῦτο γεγέννημαι. Εἰ βασιλεὺς ἀπηρτισμένος ἐγεννήθη, εὔδηλον ὅτι καὶ κριτὴς καὶ δικαστής· βασιλέως γὰρ 48.772 μάλιστα τὸ κρίνειν, καὶ δικάζειν, καὶ τιμᾷν, καὶ τιμωρεῖσθαι. Καὶ