1

 2

 3

 4

 5

3

αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.

Ἠγαλλιάσατο, ὡς ἀρτίως ἠκούετο ἐν τῷ Εὐαγγελίῳ, διὰ τὴν εὕρεσιν τοῦ ἀπολωλότος ἑνὸς προβάτου. Εἴασε γὰρ τὰ ἐννενηκονταεννέα πρόβατα μὴ πεπλανημένα, τουτέστι, τὰς ἀγγελικὰς δυνάμεις ἐπὶ τὰ ὄρη, τουτέστιν, ἐπὶ τοὺς οὐρανοὺς, καὶ ἦλθεν ἐπὶ τὸ πεπλανημένον πρόβατον τὸ βοῶν καὶ λέγον· Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Τῆς γὰρ τοιαύτης φωνῆς ἀκούσας τοῦ πεπλανημένου προβάτου ἔκλινεν οὐρανοὺς καὶ κατέβη καὶ ἦλθε ζητῆσαι τὸ πεπλανημένον πρόβατον, καὶ εὑρὼν ἠγαλλιάσατο. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν. Ἔδραμε τὴν ἀπ' οὐρανῶν ἐπὶ γῆν ὁδὸν ἀγαλλιῶν· εἶτα ἀπὸ γῆς ἐπὶ τὰ ὑποχθόνια ἔδραμεν· εἶτα ἐκεῖ πάσας τὰς ὑπὸ τοῦ διαβόλου κατεχομένας ψυχὰς λύσας, εἰς γῆν κατέδραμε, καὶ πάλιν ἀπὸ γῆς εἰς οὐρανοὺς πρὸς τὸν Πατέρα, ὡς γίγας ἐνήλατο. Καὶ οὐκ ἔστιν, ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. Θέρμην ἀκούων Χριστοῦ, νόει αὐτὸν ἥλιον δικαιοσύνης. Καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. Τίς γὰρ τῷ ψυχροτάτῳ θανάτῳ νεκρωθεὶς, ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ τοῦ Πνεύματος, καὶ οὐχὶ πάντες ἐκ νεκρῶν ἀναστήσονται; Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι. Εἶτα τὸ ἑξῆς τί, ἀγαπητοί; Εἰ καὶ ὀλίγα ἀπὸ πολλῶν εἰρηκότες, εἰς τὸ,

Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ, εἰς τὸν ἑξῆς στίχον τὸν νοῦν ἡμῶν ἐπιῤῥίψωμεν· Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν δύο συμφωνήσωσι ἐπὶ τὸ αὐτὸ περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, δοθήσεται αὐτοῖς. Ἀβραὰμ συμφωνήσας μετὰ Σάῤῥας τῆς γυναικὸς αὐτοῦ, ὁ μὲν εἰς τὰς βόας δραμὼν, ἡ δὲ τοὺς ἄρτους ἐπισπεύσασα, πρᾶγμα παράδοξον ἐπὶ γῆρας ἐδέξαντο, τόκον λαγόνων καρπωσάμενοι παῖδα. Ἰακὼβ ὁ πατριάρχης ὁμονοήσας μετὰ τῆς μητρὸς αὐτοῦ εὐλογίας αἰωνίου δέδεκται καρπόν. Μωϋσῆς καὶ Ἀαρὼν συμφωνήσαντες, ὅλην Αἴγυπτον ἐξεπόρθησαν, τὸ τῶν Ἑδραίων ἐλευθερώσαντες γένος. Ἰησοῦς καὶ Χαλὲβ ὁμονοήσαντες μόνοι τὴν τῆς ἐπαγγελίας ἐκληρονόμησαν γῆν. ∆εβόῤῥα μετὰ Βαρὰκ συμφωνήσασα τὸν ὠμότατον ἐνίκησαν τύραννον. Ἰουδὶθ μετὰ τῆς ἰδίας θεραπαινίδος ὁμονοήσασα τὸν ἀλλόφυλον ἐνίκησαν Ὀλοφέρνην. Τωβίας μετὰ τοῦ ἀγγέλου ὁμονοήσας τὸν ἀνδροκτόνον δαίμονα τῆς ἰδίας γαμετῆς συνέδησε, καὶ τοῦ πατρὸς αὐτοῦ ὀφθαλμοὺς κεκλεισμένους ἠνέῳξεν. Ἐζεκίας καὶ Ἡσαΐας ὁμοφώνως εὐξάμενοι, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀλλοφύλων κατέστρωσαν. Παῦλος καὶ Σίλας ὁμοφώνως ἐν τῷ δεσμωτηρίῳ εὐξάμενοι, τὰ θεμέλια τῆς φυλακῆς σεισθῆναι ἐποίησαν.

Ἔστι δὲ καὶ ἄλλως νοῆσαι τὸ γράμμα, Ἐὰν δύο συμφωνήσωσιν ἐπὶ τὸ αὐτὸ περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, δοθήσεται αὐτοῖς. Ἐὰν τὰ δύο ταῦτα πολὺ διστασιάζοντα καὶ φιλονεικοῦντα συμφωνήσωσι· τουτέστι, σὰρξ καὶ πνεῦμα, καθ' ὅτι ἡ σὰρξ ἐπιθυμεῖ κατὰ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ἐὰν συμφωνήσωσι τὰ δύο ταῦτα, ἵνα τὸ μὲν κυριεύῃ, τὸ δὲ δουλεύῃ· τὸ μὲν σοφρονῇ, τὸ δὲ μὴ ἀντιλέγῃ· τότε ὁ Κύριος ἔσται ἀνὰ μέσον ψυχῆς καὶ σαρκὸς, καὶ περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, δοθήσεται αὐτοῖς. Πολλοὶ γὰρ τοῦτο ἀσκήσαντες εἰσηκούσθησαν, ὡς Ἠλίας ἐν τῷ ὄρει, καὶ ∆ανιὴλ ἐν τῷ λάκκῳ, καὶ Ἰωνᾶς ἐν τῷ κήτει, καὶ Ἐζεκίας ἐν τῇ κλίνῃ τῆς ἀῤῥωστίας αὐτοῦ, καὶ Πέτρος ἐν Ἰόππῃ, καὶ Κορνήλιος ἐν Καισαρείᾳ. Πολλαὶ δὲ καὶ μόναι γυναῖκες εὐξάμεναι εἰσηκούσθησαν· ὡς Σάῤῥα τοῦ Ῥαγουὴλ ἐν Ἐκβατάνοις, καὶ Ἰουδίθ ἐν τῷ ὑπερῴῳ, καὶ Σωσάννα ἐν τῇ κρίσει τῶν παρανόμων. Τότε προσελθὼν, φησὶν, ὁ Πέτρος εἶπε τῷ Κυρίῳ· Ποσάκις ἀφήσω τῷ ἀδελφῷ μου εἰς ἐμὲ ἁμαρτήσαντι; ἕως ἑπτάκις; Ὁ δὲ Κύριος 60.762 τί φησι πρὸς αὐτόν; Οὐ μόνον λέγω σοι, Ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά.