3
∆ακρύσωμεν οὖν καὶ ἡμεῖς, ἐξομολογησώμεθα ἕκαστος τὰ ἴδια πταίσματα, προληψώμεθα πρὸς Θεὸν μεσίτας τοὺς ἁγίους, τούς τε ἄλλους καὶ κατ' ἐξαίρετον τὴν ὑπέραγνον δέσποιναν, τὴν ταχεῖαν προστασίαν καὶ ἄμαχον· προσπέσωμεν αὐτῇ, μετὰ δακρύων δεόμενοι· Κυρία δέσποινα, ἡ τὸν Θεὸν Λόγον ἐν γαστρί σου χωρήσασα, ἡ τὴν φύσιν ἡμῶν τῷ σῷ τόκῳ θεώσασα, ἡ Θεῷ καὶ ἀνθρώποις τῷ τόκῳ σου μεσιτεύσασα, ἐλέησον τὸν λαόν σου καὶ τὴν κληρονομίαν σου· σπλαγχνίσθητι ἐπὶ ταύτῃ τῇ πόλει σου, τῇ ἐν τῷ σῷ καυχωμένῃ ὀνόματι· μεσίτευσον ὑπὲρ ἡμῶν 61.725 τῶν ἀναξίων δούλων σου· δυσώπησον τὸν μονογενῆ σου Υἱὸν ἐπὶ τοῖς ἡμετέροις μακροθυμῆσαι πταίσμασι, καὶ λῦσαι τὴν καθ' ἡμῶν ταύτην δικαίαν ὀργὴν, καὶ ταῖς νεφέλαις ἐπιτάξαι τὸν ὑετὸν ἐπομβρίσαι συνήθως, καὶ τὸν αὐχμὸν διαλῦσαι, καὶ τῆς γῆς δροσίσαι τὸν καύσωνα.
Ναὶ, δέσποινα, δέσποινα, ἡ τοῦ κόσμου ἀντίληψις, ἐλέησον, θήλασσον τὰ νήπια, γέροντας κεκμηκότας, πένητας πεφρυγμένους· μὴ ἐάσῃς ἡμᾶς ἀπολέσθαι 61.726 ταῖς ἁμαρτίαις ἡμῶν· ἡμάρτομεν, ἠνομήσαμεν, τὸν καθαρὸν τοῦ βαπτίσματος χιτῶνα κατεῤῥυπώσαμεν, τὰς δεσποτικὰς ἐντολὰς ἠθετήσαμεν· ἀλλὰ κἂν ὀλισθαίνωμεν, οὐκ ἐπετάσαμεν τὰς χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, ἀλλ' εἰς τὸν μονογενῆ σου Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι προσκυνούμενον καὶ συνδοξαζόμενον, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας.