3
ἐπὶ τὴν ἐκκλησίαν, τὸν λιμένα τὸν ἀκύμαντον, τὴν γαλήνην τὴν ἀπηλλαγμένην κυμάτων. Ἐνόμιζον ἐγὼ ὅτι μετὰ μίαν καὶ δευτέραν ἡμέραν ἡ ἀγρυπνία διέλυσεν ὑμῶν τὰ σώματα· νῦν δὲ ὅσῳ ἐπιτείνεται ἡ ἀγρυπνία, τοσούτῳ αὔξεται ὑμῶν ὁ πόθος. Οἱ ψάλλοντες ὑμῖν ἀπέκαμον, καὶ ὑμεῖς νεάζετε· οἱ ψάλλοντες ὑμῖν ἠτόνησαν, καὶ ὑμεῖς ἐνευρώθητε. Ποῦ νῦν οἱ πλούσιοι, εἰπέ μοι; μανθανέτωσαν τῶν πενήτων τὴν φιλοσοφίαν. Ἐκεῖνοι καθεύδουσιν, οἱ δὲ πένητες ἐπὶ ἐδάφους οὐ καθεύδουσιν, ἀλλὰ γόνατα κάμπτουσι, Παῦλον καὶ Σίλαν μιμούμενοι. Ἀλλ' 50.716 ἐκεῖνοι μὲν ἔψαλλον, καὶ τὸ δεσμωτήριον ἔσεισαν, ὑμεῖς δὲ ψάλλετε, καὶ σειομένην τὴν πόλιν ἐστήσατε.
Ἀπεναντίας τῶν πραγμάτων τὰ τέλη, ἀλλ' ἑκάτερα ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης εἰσίν. Ἐκεῖνος μὲν γὰρ τὸ δεσμωτήριον ἔσεισεν, ἵνα σαλεύσῃ τῶν ἀπίστων τὴν διάνοιαν, ἵνα λύσῃ τὸν δεσμοφύλακα, ἵνα καταγγείλῃ τὸν λόγον τοῦ Θεοῦ· ἐστήσατε ὑμεῖς τὴν πόλιν, ἵνα λύσητε τὴν ὀργὴν τοῦ Θεοῦ· καὶ ἐκεῖνα καὶ ταῦτα διαφόρως ᾠκονομήθη. Ἀλλ' ὅμως χαίρω, οὐχ ὅτι ἔστη ἡ πόλις, ἀλλ' ὅτι διὰ τῶν εὐχῶν ὑμῶν ἔστη, ὅτι θεμέλια γεγόνασιν αἱ ψαλμῳδίαι ὑμῶν. Ἄνωθεν ἡ ὀργὴ, καὶ κάτωθεν ὑμῶν ἡ φωνή· τὴν ἄνωθεν ῥέουσαν ὀργὴν ἡ κάτωθεν ἀναπεμπομένη φωνὴ ἀνέστειλεν. Ἠνοίγησαν οἱ οὐρανοὶ, καὶ κατηνέχθη ἀπόφασις, τὸ ξίφος ἠκονημένον· ἡ πόλις ἐπὶ τοῦ ἐδάφους, ἡ ὀργὴ ἀπαραίτητος. Οὐδενὸς χρείαν ἔσχομεν, ἀλλὰ μετανοίας, ἀλλὰ δακρύων καὶ στεναγμῶν, καὶ πάντα ἐλύθη· Θεὸς ἀπεφήνατο, καὶ ἡμεῖς τὴν ὀργὴν ἐλύσαμεν. Οὐκ ἄν τις ἁμάρτοι κηδεμόνας ὑμᾶς καὶ σωτῆρας τῆς πόλεως προσειπών. Ποῦ οἱ ἄρχοντες; ποῦ οἱ μεγάλοι σωτῆρες; Ὄντως τῆς πόλεως ὑμεῖς καὶ πύργοι, καὶ τεῖχος, καὶ ἀσφάλεια. Ἐκεῖνοι μὲν γὰρ διὰ τῆς ἑαυτῶν κακίας τὴν πόλιν ἐσάθρωσαν, ὑμεῖς διὰ τῆς οἰκείας ἀρετῆς τὴν πόλιν ἐστήσατε. Κἂν ἐρωτηθῇ τις, πόθεν ἐσείσθη ἡ πόλις, κἂν ἐκεῖνος μὴ εἴπῃ, ὡμολόγηται ὅτι διὰ τὰς ἁμαρτίας, διὰ τὰς πλεονεξίας, διὰ τὰς ἀδικίας. διὰ τὰς παρανομίας, διὰ τὰς ὑπερηφανίας, διὰ τὰς ἡδονὰς, διὰ τὸ ψεῦδος. Τίνος δέ; τῶν πλουσίων.
Πάλιν ἂν ἐρωτηθῇ τις πόθεν ἔστη ἡ πόλις, ὡμολόγηται ὅτι διὰ τὰς ψαλμῳδίας, διὰ τὰς εὐχὰς, διὰ τὰς παννυχίδας. Ταῦτα δὲ τίνων; τῶν πενήτων. Τὰ σαλεύσαντα τὴν πόλιν ἐκείνων, τὰ δὲ στήσαντα ὑμέτερα· ὥστε ὑμεῖς σωτῆρες καὶ κηδεμόνες ἐγένεσθε. Ἀλλ' ἐνταῦθα τὸν λόγον καταλύσωμεν ταῖς παννυχίσιν ἐπιμένοντες, ταῖς ψαλμῳδίαις, δόξαν ἀναπέμποντες τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.