1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

3

ἀλλὰ καὶ αὐτῶν ἐκείνων καθ' ὧν λέγει, ἵνα ὁρῶντες τὴν ἔκβασιν πείθοιντο, ὁ ∆εσπότης ἁπάντων ἐστὶν ὁ Θεός. Προφητεύει δὲ καὶ τὴν ἀνάκλησιν τοῦ λαοῦ, καὶ ἀριθμὸν ἐτῶν τῆς αἰχμαλωσίας τίθησι. Τέλος δὲ καὶ Θρήνους ποιεῖται, καὶ παραίνεσιν δι' ἐπιστολῆς τίθησι πρὸς τοὺς ἐν τῇ ἀποικίᾳ τυγχάνοντας· ἐν ᾗ ἐλέγχει καὶ τῶν εἰδώλων τὸ μάταιον, καὶ ∆εσπότην τῶν ἁπάντων δεικνύει τὸν Θεόν. Τὸ ῥῆμα τοῦ Θεοῦ ὃ ἐγένετο ἐπὶ Ἱερεμίαν. Τὸ μὲν ὄνομα Ἱερεμίας, ὡς καὶ ἡ Βίβλος φησὶ, τὴν δὲ φυλὴν Λευΐτης, τὴν δὲ πατρίδα Ἀναθωθίτης, τὴν δὲ χώραν ἐν Βενιαμεὶμ κατῴκει, ἐκ τοῦ ἱερατικοῦ γένους. Ἐκ τῶν ἱερέων. Τοῦ δικαίου καὶ θαυμαστοῦ. Ἐπεὶ καὶ ἄλλοι τὴν ἀρχὴν ἐκεῖθεν ἔλαβον, ἐπὶ δικαίων τὰς προφητείας ἐποιοῦντο. Ὅρα· καὶ προειδὼς ὁ Θεὸς μηδὲν ὠφελουμένους αὐτοὺς, τοὺς προφήτας ἔπεμπεν· οὐ μικρὸν γὰρ ἐκ τούτου καρπούμεθα. Ἵνα γὰρ μὴ λέγοι τις· Καὶ τί τὸ ὄφελος; ὡσανεὶ καὶ ἰατρῷ προειδότι τὸν θάνατον τοῦ ἀνθρώπου, μέμφοιτό τις παραμένοντι μέχρις ἐσχάτης ἀναπνοῆς· οὐ γὰρ ἐνέλιπε πάντα παραινῶν καὶ συμβουλεύων. Ἀλλὰ τίνος ἕνεκεν ἐπὶ τοῦ δικαίου καὶ εὐσεβοῦς ταῦτα ἔπασχον; ὅτι τῆς ἁμαρτίας ἐτίννυον δίκην τῶν Μανασσῇ πεπραγμένων ἐν τεσσαράκοντα ἔτεσιν. Τὸ ῥῆμα τοῦ Θεοῦ. Τοῦτό ἐστι προγραφὴ τοῦ βιβλίου· μηνύει δὲ, τίνος παῖς, ὅτι Χελκίου· καὶ ποίας ἀξίας, ὅτι ἱερεὺς, καὶ ποῦ κατοικῶν, ὅτι ἐν Ἀναθὼθ, καὶ ποίας φυλῆς, ὅτι ἐκ τῆς Βενιαμίν. Ῥῆσις δὲ, καὶ λόγος, καὶ ὅρασις, καὶ λῆμμα ταυτόν ἐστι. Ῥῆμα δὲ ἐγένετο οὐ διὰ φωνῆς, ἀλλ' ὅτι σαφέστερον λέγουσα ὅρασις, ὡς ὁράματος γεγονότος. Τί βούλεται τὸ ῥῆμα τοῦτο; Τί κατασκευάζει; Ὁ δῆμος φονῶν ἦν. Ἡσαΐας πρισθεὶς ἦν, ἐλαθεὶς Ἀμὼς, Ζαχαρίας καταχωσθείς· ἐγγυμναζόμενοι τοῖς αἵμασι τοῖς προφητικοῖς, καθάπερ κύνες αἱμάτων γευόμενοι, λοιπὸν τῆς τοιαύτης ἐδίψων τροφῆς· εἰς θυμοὺς ἑαυτοὺς μεταβάλλοντες, οὔπω οὐκ ἀπέστησαν. Ἔδει 64.748 πολλοῦ τῷ προφήτῃ καὶ μεγάλου φρονήματος εἰς τοιοῦτον ἐμπηδῶντι δῆμον. Ὡς ἐγενήθη λόγος Θεοῦ. Καὶ τοῦτο τῆς προγραφῆς. Μηνύει δὲ καὶ ἐπὶ ποίου βασιλέως ἤρξατο τῆς προφητείας, καὶ κατὰ ποῖον καιρόν. Ἐπειδὴ γὰρ δίκαιος ἦν Ἰωσίας, καὶ ὀρθὴν εἶχε τὴν γνώμην περὶ τὴν εὐσέβειαν, οὐκ ἠδύνατο δὲ ἀφ' ἑαυτοῦ γνῶναι τὸ καλὸν πάντων εἰς ἀσέβειαν ἐκκλινόντων τῶν αὐτοῦ προγόνων, καὶ μάλιστα κομιδῇ νέος παραχθεὶς τὴν βασιλείαν· ἀπὸ τρισκαιδεκάτου ἔτους τῆς βασιλείας αὐτοῦ ᾠκονόμησεν ὁ Θεὸς προφητεύειν τὸν Ἱερεμίαν, ἵνα ἐκ τῶν ἐλέγχων τοῦ προφήτου τὴν περὶ τὸ καλὸν σπουδὴν δείξῃ ἑαυτοῦ ὁ βασιλεύς. Οὐ διεληλυθότων γοῦν πέντε ἐνιαυτῶν περιττὴν τοῦ ναοῦ σπουδὴν ἔσχεν. Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἰωακὶμ υἱοῦ Ἰωσία. Καὶ τοῦτο τῆς προγραφῆς. Μηνύει δὲ τοὺς βασιλεῖς, ἐν οἷς προεφήτευσε. Τὸ δέ· Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἰωακεὶμ υἱοῦ Ἰωσίου, μηνύει, ὅτι ἐδείχθη μὲν προφήτης, καὶ πνευματικῆς ἠξιώθη χάριτος ἐπὶ τοῦ Ἰωσίου. Τοὺς δὲ πάντας τούτους λόγους ἀπὸ Ἰωακεὶμ ἀρξάμενος ἐποιήσατο. Τότε γὰρ μάλιστα ἐδέοντο παραινέσεως. Εἰ γὰρ τὸν χρόνον μόνον, καθ' ὃν ἤρξατο προφητεύειν, σημᾶναι ἐβούλετο, ἤρκει τοῦ Ἰωσίου ἡ μνήμη· εἰ δὲ καὶ τοὺς λοιποὺς εἰπεῖν ἠθέλησεν, ἐφ' ὧν προεφήτευσεν, ἔδει καὶ τοὺς ὑπολειφθέντας θεῖναι. Ὥστε δῆλον ὡς τοῦτο μηνύει, ὡς ἤρξατο μὲν ἐπὶ Ἰωσίου, οὐ πολλῶν δὲ λόγων, οὐδὲ σφοδρῶν ἐδεήθη τὸ τηνικαῦτα, τοῦ τε κρατοῦντος ὄντος εὐσεβοῦς, καὶ τοῦ πλήθους ἑπομένου τῷ βασιλεῖ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς αὐτὸν λέγων. Αὕτη μὲν ἡ ἀρχὴ τοῦ βιβλίου, οὐχ αὕτη δὲ τῆς προφητείας ἡ ἀρχή. Ἐπειδὴ γὰρ ἅπαντες ἐξώκειλαν εἰς ἀσέβειαν, καὶ προφῆται λοιπὸν οὐκ ἦσαν· ἠβούλετο δὲ τὸν δίκαιον ἀποστεῖλαι ἐπὶ τὸ τοῖς οἰκείοις λόγοις μεταβαλεῖν τοῦ λαοῦ τὴν περὶ τὴν ἀσέβειαν σπουδήν. Πρὸ τοῦ σε ἐξελθεῖν. Οὕτω καὶ Παῦλος· Ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἵνα· εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσι. -Καὶ μετ' ὀλίγα· Ἐγὼ ὁ πλάσας σε ἐκ κοιλίας. Οὐ τῆς φύσεως τὸ ἔργον ἐστὶν, οὐ τῶν