1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

3

τοῦ λέγειν, ὅρασις καὶ λόγος καὶ λῆμμα καὶ ῥῆμα, τοῦτο διὰ τοῦ τῆς ἀποστολῆς κατασκευάζων ὀνόματος. Ὥσπερ γὰρ ὁ λέγων ὅρασιν καὶ ῥῆμα Θεοῦ, οὐ τὰ οἰκεῖα φθέγγεται, οὕτω καὶ ὁ ἀπόστολον ἑαυτὸν καλῶν, οὐ τὰ παρ' ἑαυτοῦ διδάσκει, ἀλλ' ἅπερ ὁ ἀποστείλας ἐκέλευσεν. Ἀποστόλου γὰρ ἀξίωμα, μηδὲν οἴκοθεν ἐπεισάγειν. ∆ιὸ καὶ ὁ Χριστὸς ἔλεγε· Μὴ καλέσετε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γὰρ ὑμῶν ἐστιν ὁ διδάσκαλος ὁ ἐν τοῖς οὐρανοῖς· δεικνὺς ὅτι πᾶσα τῶν παρ' ἡμῖν δογμάτων ἡ ἀρχὴ τὴν ῥίζαν ἄνωθεν ἔλαβεν ἐκ τοῦ τῶν οὐρανῶν ∆εσπότου, κἂν ἄνθρωποι ὦσιν οἱ πρὸς τὰ λεγόμενα διακονούμενοι. Ἣν εἶδεν Ἡσαΐας. Τὸ πῶς ὁρῶσιν οἱ προφῆται ταῦτα, ἅπερ ὁρῶσιν, οὐχ ἡμέτερον εἰπεῖν· οὐ γὰρ δυνατὸν ἑρμηνευθῆναι λόγῳ τὸν τρόπον τῆς ὄψεως· ἀλλ' ἐκεῖνος μόνος οἶδε σαφῶς, ὁ τῇ πείρᾳ μαθών. Εἰ γὰρ φύσεως ἔργα καὶ πάθη πολλάκις οὐδεὶς ἂν παραστήσειε λόγῳ, πολλῷ μᾶλλον τὸν τρόπον τῆς τοῦ Πνεύματος ἐνεργείας. Εἰ δὲ ἀμυδραῖς εἰκόσιν ἀποχρησάμενον δεῖ κατατολμῆσαι, οὐχ ὥστε τὸ σαφὲς παραστῆσαι, ἀλλ' ὥστε αἰνίγματι παρασχεῖν, ἐμοὶ δοκεῖ ταὐτὸ καὶ ἐπὶ τῶν προφητῶν γίνεσθαι, οἷον ἂν εἰ ἡ καθαρῶν ὑδάτων φύσις ἡλιακὰς ἀκτῖνας δεξαμένη καταυγασθείη, οὕτω καὶ τῶν προφητῶν τὰς ψυχάς, καθαιρομένας οἰκείᾳ ἀρετῇ πρῶτον, ὑποδέχεσθαι τὴν τοῦ Πνεύματος δωρεὰν καὶ πρὸς τὴν λαμπηδόνα ποιουμένας ἐκείνην, τῶν μελλόντων οὕτω δέχεσθαι τὴν γνῶσιν. Υἱὸς Ἀμώς. Τίνος ἕνεκεν τοῦ πατρὸς μέμνηται; Ἢ διὰ τὰς ὁμωνυμίας, ἢ ὥστε μαθεῖν ὅτι οὐδὲν εὐτέλεια πατρὸς ἐπισκιάζει παιδὸς ἀρετήν· οὐδὲ εὐγένεια τοῦτο τὸ ἐκ μεγάλων φῦναι, ἀλλὰ τὸ μεγάλους αὐτοὺς γενέσθαι. Οὗτός τε ἀσήμου πατρὸς ὤν, πάντων φαιδρότερος γέγονε, τῇ τῆς οἰκείας ἀρετῆς λάμψας ὑπερβολῇ.

1.2 Ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ. Τίνος ἕνεκεν διῃρημένως ἑκατέρων ἐμνημόνευσε τῶν χωρίων; Ἐπειδὴ καὶ αἱ τιμωρίαι διῃρημένως γεγόνασι καὶ ἐν διαφόροις καιροῖς, τοῦ Θεοῦ καὶ τοῦτο σοφῶς οἰκονομήσαντος, τὸ μὴ πάντας ἀθρόον ἀπολέσαι, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν, ὥστε τῇ τῶν ἀπαχθέντων τιμωρίᾳ τοὺς λειπομένους γενέσθαι σωφρονεστέρους. Εἰ δὲ οὐκ ἐχρήσαντο εἰς δέον τῷ φαρμάκῳ, οὐχὶ τοῦ ἰατροῦ, ἀλλὰ τῶν καμνόντων τὸ ἔγκλημα. Ποιεῖ δὲ αὐτὸ διὰ παντὸς καὶ καθ' ἑκάστην γενεάν, οὐ πάντας ὁμοῦ τοὺς τὰ αὐτὰ ἁμαρτάνοντας ὁμοῦ καὶ κολάζων· ἢ γὰρ ἂν ἅπαν ἡμῶν πάλαι προανηρπάσθη τὸ γένος· ἀλλὰ τοὺς μὲν ἐνταῦθα ἀπαιτεῖ δίκην, αὐτοῖς τε ἐκείνοις κουφοτέραν τὴν ἐκεῖ κατασκευάζων κόλασιν καὶ τοῖς συνακμάζουσιν αὐτοῖς μεγίστην τὴν τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς προαποτιθέμενος ὑπόθεσιν· τοὺς δὲ μήτε οἴκοθεν, μήτε ἐκ τῆς τοιαύτης οἰκονομίας βουλομένους τι κερδαίνειν, τῇ ἀπαραιτήτῳ καὶ φοβερᾷ τῆς κρίσεως ταμιευόμενος ἡμέρᾳ. Ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωάθαν, καὶ Ἄχαζ καιἘζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Καὶ τὸν καιρὸν ἀναγκαίως προτίθησι, τὸν φιλόπονον ἀκροατὴν παραπέμπων εἰς τὴν ἱστορίαν τῶν γεγενημένων. Οὕτω γὰρ εὐμαθεστέρα τε ἔσται καὶ σαφεστέρα ἡ προφητεία, εἰ μάθοιμεν, πῶς τῶν πραγμάτων διακειμένων καὶ πῶς τῶν τραυμάτων ἐχόντων τῶν Ἰουδαϊκῶν, οὗτοι τὰ φάρμακα κατεσκεύασαν. Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Πολλοῦ γέμει τοῦ θυμοῦ τὸ προοίμιον. Εἰ γὰρ μὴ σφοδρά τις ἦν καὶ ἄφατος ἡ ὀργή, οὐκ ἂν τοὺς ἀνθρώπους ἀφείς, πρὸς τὰ στοιχεῖα τὸν λόγον ἔτρεψεν. Ποιεῖ δὲ αὐτό, οὐχ ὥστε τὴν ὀργὴν ἐνδείξασθαι μόνον, ἀλλ' ὥστε καὶ αὐτοὺς τοὺς ἀκούειν μέλλοντας μετὰ πολλῆς ἐντρέψαι τῆς ὑπερβολῆς, δεικνὺς ὅτι τῶν ἀναισθήτων φύσει στοιχείων χεῖρον οἱ λόγῳ τετιμημένοι διάκεινται. Τοῦτο δὲ καὶ ἑτέροις ἔθος προφήταις ποιεῖν. ∆ιά τοι τοῦτο καὶ ὁ πρὸς τὸν Ἱεροβοὰμ ἀποσταλείς, ἀφεὶς τὸν βασιλέα πρὸς ὃν ἀπεστέλλετο, τῷ θυσιαστηρίῳ διαλέγεται. Καὶ Ἱερεμίας τὴν γῆν ἐκάλει λέγων· Γῆ, γῆ, γῆ γράψον τὸν ἄνδρα τοῦτον, ἄνδρα ἐκκήρυκτον. Καὶ ἕτερος πάλιν ἔλεγεν· Ἀκούσατε, φάραγγες, θεμέλια τῆς γῆς. Υἱοὺς ἐγέννησα. Οὐ τὴν κοινὴν πρὸς πάντας ἀνθρώπους τίθησιν εἰς αὐτοὺς εὐεργεσίαν, ὅπερ ἦν τὸ γενέσθαι, ἀλλὰ τὴν ἐξαίρετον, ὅπερ ἦν τὸ