3
μετέωρος ὑπῆρχε. Καταλείψας οὖν πᾶσαν τὴν γῆν, διεπέρασε τὸν ἐν μέσῳ κεχυμένον ἀέρα, παρέδραμε τὰς τῶν ἀστέρων διακοσμήσεις, παρῆλθε τὰς στρατιὰς τῶν ἀγγέλων, τὰς τῶν ἀρχαγγέλων χοροστασίας, καὶ πάσας τὰς νοερὰς δυνάμεις, Χερουβὶμ καὶ Σεραφὶμ τάγματα, καὶ πάντα, ὅσα ἐξ οὐκ ὄντων παρήχθη, κατέλιπε, καὶ ὑπερέβη πάντας τοὺς οὐρανοὺς, καὶ ὅσα οὐκ ἦν παρέδραμε. Προσήγγισε τοὺς ὅρους τῶν ἀνεφίκτων, καὶ οὐδεὶς ὁ κωλύων ἢ ἐμποδίζων τὴν τούτου ἄνοδον. Πᾶς γὰρ ἄσπιλος τῷ σώματι, καθαρὸς δὲ τῇ καρδίᾳ, καὶ τὴν ψυχὴν ἄκακος, καὶ ταπεινὸς τῷ πνεύματι, οὔτε ὑπὸ τῶν ἀερικῶν πνευμάτων ἐμποδίζεται, οὔτε ὑπὸ τῶν οὐρανίων δυνάμεων κωλύεται ἀνελθεῖν εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἔνθα πάντες οἱ μακάριοι συνάγονται, ὥσπερ οὗτος ὁ μακάριος ἀπόστολος ὁ μικρό 59.612 τερος Ἰωάννης, καὶ μείζων τοῦ μεγάλου ἁγίου Ἰωάννου.
∆ιὰ πάντων οὖν παρῆλθε, καὶ οὐδεὶς ὁ ἀντιβαίνων. Ἄγγελοι γὰρ ὁρῶντες ἀπὸ γῆς ἄνθρωπον ἀγγέλων ἐνδοξότερον, μηδὲν ἔχοντες εἰπεῖν, ἐσιώπων· οἱ τῶν ἀγγέλων δὲ χοροὶ ἄλλον ἀπὸ γῆς ἄγγελον λαμπρὸν τῇ παρθενίᾳ, πλήρη ἁγιασμοῦ, καθαρὸν τῇ καρδίᾳ, ἐμπεπλησμένον εὐωδίας κατασχεῖν οὐκ ἐτόλμησαν. Αἱ πύλαι τῶν οὐρανῶν πάλιν ἰδοῦσαι ξένον πρόσωπον δεδοξασμένον, ὑπὲρ τὸν ἥλιον θείας ἀκτῖνας ἀποστίλβοντα, καὶ ὑπονοοῦσαι τοῦτον εἶναι, ὃν ἠγάπα ὁ Ἰησοῦς, τὸν ἐν τῷ στήθει αὐτοῦ ἐν πολλῇ καθαρόθητι ἀναπεσόντα, ὅθεν καὶ ἡ τοιαύτη αὐτῷ δόξα περικέχυται, σπουδαίως ἀνεῳχθεῖσαι τὴν εἴσοδον παρεχώρουν. Εἶτα ἐπλησίασε λείπων τὰ ἀνεπίβατα· ἔφθασεν εἰς τὸν ἄνω βυθόν. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ἀληθὴς ἡ θεία φωνὴ διὰ τοῦ προφήτου λέγουσα, Ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω· καθὼς περὶ τούτου καὶ ὁ θεοπάτωρ ∆αυῒδ προεφήτευσεν, ὅτι Τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν· καὶ πάλιν, Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Τί γὰρ μεῖζον τούτου τοῦ θαύματος, εἰς τοσοῦτον ὕψος ἀφικέσθαι ἄνθρωπον χοϊκόν; Ἐν πολλῇ παῤῥησίᾳ, καὶ ὅσα δυνατόν ἐστι θεαθῆναι, ἐθεάσατο, καὶ εἰς τὰ ἐπέκεινα αὐτὸν φιλονεικεῖν βουλόμενον, Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται, καθὼς γράφει Παῦλος ὁ ἀπόστολος· καθὼς καὶ αὐτὸς Ἰωάννης τὰ ὅμοια, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ὅτι Παῦλος μὲν καλῶς ἔγραψε λέγων· Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται. Ἐνταῦθα γὰρ οὐκ ἔστι, τὰ κατὰ ἀνθρώπους, οὔτε τὰ κατὰ φύσιν, ἀλλὰ τὰ ὑπὲρ φύσιν· οὔτε τῆς δουλείας, ἀλλὰ τῆς υἱοθεσίας καὶ φιλίας (Ὑμεῖς γὰρ φίλοι μου ἐστὲ, οὐκέτι καλέσω ὑμᾶς δούλους)· οὔτε μὴ καθαρὰ, ἀλλὰ καθαρὰ καὶ λαλούμενα, καθὼς πρὸς αὐτοὺς ἡ θεία φωνὴ λέγει, ὅτι Ὑμεῖς καθαροί ἐστε· οἱ δὲ καθαροὶ τῇ καρδίᾳ τὸν Θεὸν ὄψονται.
Ταῦτα τοίνυν τὰ μέγιστα καὶ θεῖα χαρίσματα ἐπιφερόμενος ὁ Ἰωάννης, καὶ τεθαῤῥηκὼς ἐπὶ τὰ ὑψηλὰ ἐπιβὰς, ἔφθασεν εἰς τὸ ἀπέραντον πέλαγος, καὶ τοῖς ἀμιάντοις αὐτοῦ τῆς καρδίας ὀφθαλμοῖς θεασάμενος ἐν τοῖς κόλποις τοῦ ἀνάρχου Πατρὸς τὸν συνάναρχον Λόγον, τὸν πρὸ πάντων αἰώνων ἐκ τοῦ Πατρὸς ἀῤῥήτως γεννηθέντα, καὶ μηκέτι τὴν ἀνεκλάλητον ἐκείνην χαρὰν ἐν ἑαυτῷ κατέχειν ἐνισχύων τὸ ἅγιον καὶ σεραφικὸν αὐτοῦ στόμα, καὶ μεγάλῃ τῇ φωνῇ ἀνέκραξε λέγων· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Βλέπε μοι σύνεσιν ἁλιέως, σκόπησον σοφίαν ἀνδρὸς ἀγραμματίστου. Εἶδές μοι ὕψος διδασκάλου ἀδιήγητον, ἐν Ἐφέσῳ καθεζόμενον, καὶ τὰ ὑπεράνω τῶν οὐρανῶν θεώμενον; Τῷ πνεύματι εἰς τὸν ἄνω βυθὸν ἀπεδήμησε, καὶ ἐκ τοῦ πατρικοῦ κόλπου τὴν θεολογίαν ἁλιεύσας τῷ σώματι κάτω ἔγραφεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ἀκούσατε, οἱ πιστοὶ, καὶ στηρίχθητε, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· ἀκούσατε, οἱ γλωσσαλγοῦντες ἀντίλογοι, καὶ αἰσχύνθητε, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Μηκέτι παῤῥησιάζεσθε βλάσφημοι, μηκέτι πολεμεῖτε τὴν Ἐκκλησίαν ἀντίχριστοι· μηκέτι παρανομεῖτε, μηκέτι ὑψοῦτε κέρας, Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν, λέγοντες, ὅτι Ἦν πότε, ὅτε οὐκ ἦν, καὶ πρὶν