1

 2

 3

3

λέγει· Μνησθήσομαί σου, Κύριε, ἐκ γῆς Ἰορδάνου. Μνήμη γάρ 61.727 ἐστιν ἀνεξάλειπτος. Ὁ μὲν Ἰησοῦς οὕτω διαβὰς ἔτεμε τὸν Ἰορδάνην, τὴν κιβωτὸν αὐτῷ δείξας· Ἠλίας δὲ τῇ μηλωτῇ ἔτεμε, δέρματι νεκρῷ, καὶ τὰ ζῶντα ὕδατα τῇ νεκρώσει τῆς μηλωτῆς ὑπήκουσεν. Ἔτεμεν Ἠλίας τῇ μηλωτῇ τὸν Ἰορδάνην· καὶ οὕτω διέβη ἐπὶ τῷ ἀνελθεῖν εἰς τοὺς οὐρανούς. Ὑπέστρεψεν ὁ μακάριος Ἑλισσαῖος λαβὼν τὴν μηλωτὴν τοῦ διδασκάλου, ὡς ἠξίου αὐτὸν λέγων· Τὸ πνεῦμα τὸ ἐπὶ σοὶ γενέσθω διπλοῦν ἐπ' ἐμοί. Λέγει αὐτῷ, Σκληρῶς ᾔτησας· πλὴν ἐὰν ἴδῃς με ἀναλαμβανόμενον, ἔσται σοι. Ἀντὶ τοῦ καταξιωθῆναι διπλῆν ἔχειν τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν.

Εἶτα ἀνελήφθη. Ἐμετεωρίσθη ἡ μηλωτὴ, καὶ ἐπέπεσε τῷ μαθητῇ· ἔλαβεν ἐνέχυρον, καὶ ἔφθα 61.728 σεν ἐπὶ τὸν ποταμόν· ἐπείρασε τεμεῖν τὸν Ἰορδάνην, καὶ οὐχ ὑπήκουσε τὸ ὕδωρ. Ἀπορίᾳ ληφθεὶς ὁ Ἑλισσαῖος λέγει· Ποῦ ὁ Θεὸς Ἠλία ἀπφώ; καὶ μετὰ τὸ εἰπεῖν, ἐπάταξεν ἐκ δευτέρου τὸ ὕδωρ, καὶ ἐμερίσθη ὁ Ἰορδάνης. ∆ιὰ τί δὲ οὐχ ὑπήκουσεν αὐτῷ ἐν πρώτοις τὸ ὕδωρ; Ἵνα μὴ νομίσῃ, ὅτι διὰ τὴν προτέραν αὐτοῦ ἀξίαν, ἣν εἶχε, διὰ τοῦτο ὑπήκουσεν· ὅτι μέντοι ἐκάλεσε τὸν Θεὸν καὶ λέγει· Ποῦ ὁ Θεὸς Ἠλία ἀπφώ; ∆ιὰ τί δὲ εἶπε, Ποῦ ὁ Θεός; οὐκ ᾔδει ὁ προφήτης, ὅτι ὁ Θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ πανταχοῦ ἐστιν; Ἀλλ' ἐπειδὴ εἶπεν αὐτῷ ὁ Ἠλίας· Ἐὰν ἴδῃς με ἀναλαμβανόμενον, ἔσται σοι οὕτως.