1

 2

 3

3

Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Ἴδωμεν ἀπὸ τίνων ὁ προφήτης εὔχεται ἰδικῶς ῥυσθῆναι. Καὶ γὰρ ἄνθρωπος πονηρὸς ὁ ∆ωὴκ, καὶ ἀνὴρ ἄδικος ὁ Σαούλ.

Ὁ γοῦν ∆αυῒδ ἀπὸ προσώπου Σαοὺλ ἦν φεύγων εἰς Νομβᾶ τὴν πόλιν τῶν ἱερέων, κἀκεῖ ὁ Ἀβιμέλεχ ὁ ἱερεὺς ἔδωκεν αὐτῷ τὸ δόρυ τοῦ Γολιὰθ τοῦ ἀλλοφύλου καὶ ἐπισιτισμόν. Τότε ∆ωὴκ ὁ Ἰδουμαῖος, ὁ ἐπὶ τῶν ἡμιόνων τοῦ Σαοὺλ, παρὼν καὶ ὁρῶν τὰ γινόμενα, ἀπελθὼν διέβαλε τὸν ∆αυῒδ καὶ Ἀβιμέλεχ τὸν ἱερέα, λέγων· χθὲς ἤμην εἰς Νομβᾶ τὴν πόλιν, κἀκεῖ ∆αυΐδ· καὶ Ἀβιμέλεχ ὁ ἱερεὺς ἔδωκεν αὐτῷ ἐπισιτισμὸν, καὶ τὸ δόρυ Γολιὰθ τοῦ ἀλλοφύλου. Τότε Σαοὺλ θυμωθεὶς καὶ ὅλος τῆς ὀργῆς γινόμενος, λέγει τοῖς πα-ρατρέχουσιν αὐτῷ στρατιώταις· Σφάξατε τοὺς ἐν τῇ Νομβᾷ τῇ πόλει ἱερεῖς. Οἱ δὲ οὐκ ἐτόλμησαν χεῖρας ἐπενεγκεῖν ἐπὶ τοὺς ἱερεῖς, φόβῳ Θεοῦ χαλινωθέντες τὰς χεῖρας, πρὸ δὲ τῶν χειρῶν τὰς γνώμας. Τότε πρὸς τὸν ∆ωὴκ ὁ Σαοὺλ ἀποστρέφων φησί· σὺ ἅπαντας τοὺς ἱερεῖς Κυρίου θανάτωσον, καὶ μὴ φείσῃ, μὴ πρεσβυτέρου, μὴ νεωτέρου, μὴ γυναικὸς, μὴ παρθένου, μὴ νηπίου, μὴ θηλάζοντος· ἕως ὄνου καὶ προβάτου καὶ μόσχου πάντας ἀπόκτεινον εἰς ἐξάλειψιν. Τότε ἀποστρέψας ὁ ∆ωὴκ, καὶ διελὼν τὸν ὑπ' αὐτοῦ ἀρχόμενον λαὸν τρέχει, καὶ τοὺς μὲν τὴν πόλιν κυκλῶσαι παρεσκεύασεν, ἐπὶ τὸ μηδένα φεύγειν, καὶ σωτηρίαν πορίσασθαι, τοὺς δὲ εἰς τὴν πόλιν πῦρ βάλλειν παρεκέλευσεν· αὐτός τε, καθάπερ λέων πρόθυμος εἰς βορὰν, ὥρμησε κατ' αὐτῶν ἐν τῇ πόλει, καθάπερ κατὰ μεμανδρευμένων προβάτων, καὶ ἔσφαξε τῇ ἡμέρᾳ ἐκείνῃ τριακοσίους πεντήκοντα ἱερεῖς αἴροντας Ἐφοὺδ, καὶ οὐκ ἐφείσατο οὐ πρεσβυτέρου, οὐ νεωτέρου, οὐ παρθένου, οὐ γυναικὸς, οὐ νηπίου θηλάζοντος, καὶ ἀπὸ προβάτου καὶ μόσχου καὶ ὄνου, καὶ τὴν πόλιν ἐνέπρησε πυρί. Τότε ∆αυῒδ θεωρήσας τοῦτο, φεύγων ἔλεγεν· Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Ἦν γὰρ ἀληθῶς ἰδεῖν ὠμότατα πράγματα, τὰ τῶν νέων αἵματα καὶ τῶν νηπίων συμπεφυρμένα, καὶ νηπίων στομάτων ἄκρα τοῖς τῶν μητέρων μαστοῖς προσηρτημένα, καὶ ἄωρον κήραν (f. κουρὰν) πρὸ καιροῦ τεμνομένην, καὶ στάχυας πρὸ καιροῦ θεριζομένους, καὶ βότρυας μήπω περκάσαντας, θυμῷ χαλάζης φονευομένους. γυναικείων πλοκάμων, ὧν ἔδει κρύπτεσθαι, τὸ σεμνὸν μυστήριον πομπεῦον. Τοῦ γὰρ λινέου ἐπὶ τῆς κεφαλῆς χιτωνίσκου περιῤῥιπτομένου, γυμνὸν τὸ κρανίον τῆς κόμης διεδείκνυτο, καὶ στέρνα γυμνούμενα, τὰ καὶ ὄψιν ἡλίου ἰδεῖν αἰσχυνόμενα, καὶ παιδογόνα, ἃ καὶ αὐτὴ ἡ φύσις καλύπτειν ἐδίδασκε.

Καὶ τίς ἂν τὴν τότε γενομένην ἀνάγκην εἰπεῖν ἐξισχύσειεν; Ἐπεὶ οὖν τοιαῦτα ὁ πονηρὸς ἄνθρωπος καὶ ὁ ἄοικος ἀνὴρ διαπράτ-τονται, μὴ παυσώμεθα πάντοτε ἐκτενῶς δέεσθαι τῷ Θεῷ καὶ λέγειν· Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Μὴ μόνον δὲ στόματι ταῦτα προσευχώμεθα, ἀλλὰ καὶ δι' ἔργων ἀγαθῶν ἑαυτοὺς ἀξίους πρὸς τὸ εἰσακούεσθαι τὴν δέησιν ἡμῶν εὐτρεπίσωμεν. Οὕτω γὰρ παρακαλοῦντες τὸν Θεὸν εἰσακουσθησόμεθα, καὶ οὐ μόνον ἐξ ἀνθρώπου πονηροῦ καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ἐξελεῖται καὶ ῥύσεται ἡμᾶς, ἀλλὰ καὶ ἐκ τῶν ἀοράτων ἐχθρῶν ἡμῶν λυτρώσεται ἡμᾶς, καὶ σὺν τοῖς ἐπιγείοις ἀγαθοῖς καὶ τῶν αἰωνίων αὐτοῦ ἀξιώσει ἀγαθῶν. Ἐξαιρέτως δὲ τὴν εἰς ἀλλήλους ἀγάπην ἄδολον καὶ εἰλικρινῆ φυλάξωμεν, καὶ οἰκεῖον κέρδος τὴν εἰς πλησίον γινομένην προκοπὴν λογισώμεθα.

Ἐν τούτῳ γὰρ μιμηταὶ Θεοῦ κατὰ τὸ δυνατὸν ἀνθρώποις γινόμεθα. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν ἀγάπη ἐστί τε καὶ ὀνομάζεται. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.