3
ἀνάπαυσις· χαίροις, σταυρὲ, ἐπικουρία τῶν δεομένων, καὶ ἀγωνιστῶν συμμαχία· χαίροις, σταυρὲ, ὀδυνωμένων ἀνάκτησις, καὶ εὐθυπορούντων ἔρεισμα· χαίροις, σταυρὲ, ἐλεημοσύνης αἴτιος, καὶ ἀσπλαγχνίας τιμωρία· χαίροις, σταυρὲ, πάντων βοήθεια κραταιὰ, καὶ βεβαιούσης ἐλπίδος ἀσφάλεια. Σήμερον σταυρὸς προσκυνεῖται, καὶ τοῦ Χριστοῦ ἡ ἀνάστασις ἐγκαινίζεται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἡ πόλις τοῦ Θεοῦ, ἡ ἄνω Ἱερουσαλὴμ, σὺν τοῖς ἐπιγείοις εὐφραίνεται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ Σιὼν ἡ μήτηρ πασῶν τῶν Ἐκκλησιῶν ἐπαγγέλλεται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ τὰ πέρατα τῆς γῆς εἰς προσκύνησιν τούτου συναθροίζονται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ βασιλεῖ Ῥωμαίων κατὰ βαρβάρων νίκη δεδώρηται· σήμερον σταυρὸς προσκυνεῖται, ἡ σωτηρία τῶν πιστῶν καὶ ἀντίληψις τῶν εὐσεβῶν· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ὁ τετραπέρατος κόσμος ἀγάλλεται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ πᾶσαι αἱ φυλαὶ, λαοί τε καὶ γλῶσσαι ἑορτάζουσι· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἡ κτίσις ἀνακαινίζεται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ὁ Ἀδὰμ ἀνανεοῦται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἡ Εὔα μήτηρ τῶν ζώντων ἀναδείκνυται βοηθὸς, οὐκ ἐπίβουλος γενομένη κατὰ τὸ πρότερον, ἀντὶ ξύλου τῆς γνώσεως τὸ ξύλον τῆς ζωῆς τρυγῶσα, ἀντὶ τῆς παρακοῆς ὑπακοὴν ἐκτελοῦσα, ἀντὶ τῆς κατάρας τὴν εὐλογίαν λαμβάνουσα, ἀντὶ τοῦ, Ἐν λύπαις τέξεις τέκνα, τὴν ἐν χαρᾷ πολυτεκνίαν κομιζομένη, ἀντὶ τῆς φθορᾶς τὴν ἀφθαρσίαν σοφιζομένη.
Ἀλλὰ τίς αὕτη τῶν ζώντων ἡ μήτηρ, καὶ τίς τὸ ξύλον καρπεύεται τῆς ζωῆς, ἀλλ' ἢ ἡ τοῦ Θεοῦ Ἐκκλησία; καὶ τὸ ξύλον ὁ σταυρὸς τοῦ Κυρίου τοῦ καλοῦ τῆς Ἐκκλησίας νυμφίου. Τοῦτο νῦν προσκυνεῖται, καὶ παραδειματίζεται τῆς κακίας ὁ ἄρχων, καὶ στηλιτεύονται δαίμονες, καὶ τὰ πνευματικὰ τῆς πονηρίας φυγαδεύονται στίφη, καὶ σκυλεύεται ᾅδης, καὶ ἡ τούτου φάλαγξ δραπετεύεται, καὶ ὁ Βελίαρ καταπεπάτηται, καὶ τῆς ἁμαρτίας ὁ σύμβουλος οὐκέτι παρακαλεῖ τῇ μητρὶ πάντων ἡμῶν· ἀλλ' ἐπὶ τὸ στῆθος ἕρπει, τηρῶν μὲν πτέρναν, πατούμενος δὲ τὴν κεφαλήν. Καὶ γῆν μὲν ἐσθίει τὴν καταδικασθεῖσαν ἀκάνθας καὶ τριβόλους ἐκφέρειν· βλέπει δὲ τὴν ὑπ' αὐτοῦ πρώην πατουμένην τὸ ξύλον τῆς ζωῆς τρυφῶσαν, αὐτὸς δὲ ἐναπομείνας τῇ προτέρᾳ κατάρᾳ· βλέπει δὲ μήτε τῆς πτέρνης ἐξουσιάζων, αὐτοῦ δὲ ἁπάσας συνθλωμένας τὰς κεφαλὰς τῷ σταυρῷ· θεωρεῖ παρεστῶσαν ἐκ δεξιῶν ὡς βασίλισσαν τὴν πρώην κατάκριτον, καὶ τὴν φύλλα συκῆς τὴν γύμνωσιν σκέπουσαν, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένην, πεποικιλμένην, καὶ τὴν οἰκείαν ἀκοσμίαν θρηνεῖ. Βλέπει τῷ βασιλικῷ σκήπτρῳ στηριζομένην, καὶ πρὸς αὐτὸν ὑψουμένην τὸν οὐρανὸν, καὶ τὴν ἑαυτοῦ πτῶσιν ὀδύρεται· βλέπει συγκαλοῦσαν τὰ τέκνα μετὰ ὑψηλοῦ κηρύγματος πρὸς τὴν προσκύνησιν τοῦ τιμίου σταυροῦ, καὶ τὴν ὑπακοὴν φρίσσει, καὶ προθυμίαν θαυμάζει, καὶ τὸ πλῆθος ἐκπλήττεται· βλέπει τὴν σύμπασαν κτίσιν ἑορτάζουσαν, καὶ ἑαυτὸν ὡς διπλοΐδα αἰσχύνην ἐνδεδυμένον· καὶ τὸ λόγιον τὸ φάσκον πληρούμενον· Ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε· Ἔντεινον τὸ τόξον τὸ τοῦ σταυροῦ, κέντησον τὸν διάβολον, βασίλευσον τῆς κτίσεως, κατευόδωσον τὸν ἄνθρωπον.
Καὶ πάλιν, Ὑψοῦτε Κύ 62.750 ριον τὸν Θεὸν ὑμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Τὰ γὰρ τείχη τῆς ἁμαρτίας, καὶ τὰς πόλεις τοῦ ᾅδου ἐξηδάφισεν ὁ σταυρὸς τοῦ Χριστοῦ. Ἀλλὰ δεῦτε, προσκυνήσωμεν τὸν σταυρόν. ∆εῦτε, καρπολογήσωμεν καὶ τρυγήσωμεν τὸ ξύλον τοῦ σταυροῦ, τὸ παρὰ τὰς διεξόδους τῶν ἐκ τῆς πλευρᾶς ὑδάτων ἑστὼς, ὃ καὶ τὸν καρπὸν αὐτοῦ ἔδωκεν ἐν καιρῷ αὐτοῦ. Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ δένδρον ἐστὶν ἀθανασίας, φυτὸν ἀφθαρσίας, ῥίζα δικαιοσύνης, σωφροσύνης βλάστημα, παρθενίας ἄνθος, χηρείας ῥόδον. Σταυρὸς, ἀνδρείας ὅπλον, καὶ ἐγκρατείας στήριγμα· σταυρὸς θεμέλιος πίστεως, καὶ εὐσεβείας ὑποβάθρα· σταυρὸς θεογνωσίας φωτισμὸς, καὶ ἀποφάσεως