1

 2

 3

 4

 5

 6

3

τῶν προφητῶν κηρυττόμενον ἀγαθόν. Σὲ τὸ Πνεῦμα τὸ ἅγιον ὑπεδείκνυε λέγον διὰ τῆς Ἡσαΐου γλώττης· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν. Ἡ παρθένος ἐκείνη σὺ εἶ. Χαῖρε τοίνυν κεχαριτωμένη· ἤρεσας τῷ ∆ημιουργῷ, ἤρεσας τῷ Ποιητῇ, ἤρεσας τῷ Κτίστῃ, ἤρεσας τῷ τερπομένῳ τοῖς κάλλεσι τῶν ψυχῶν· εὗρες νυμφίον φυλάττοντά σου τὴν παρθενίαν, οὐ φθείροντα· εὗρες νυμφίον ἐκ πολλῆς φιλανθρωπίας υἱόν σου γενέσθαι βουλόμενον. Ὁ Κύριος μετὰ σοῦ, καὶ ἐν σοὶ ὁ πανταχοῦ, καὶ μετὰ σοῦ καὶ ἐκ σοῦ· ἐν οὐρανῷ ὁ ∆εσπότης, ἐν βυθῷ ὁ Ὕψιστος, ἐν πάσῃ τῇ κτίσει ὁ ∆ημιουργός· ὁ Κτίστης ἐπὶ τῶν Χερουβὶμ, ὁ ἡνίοχος ἐπὶ τῶν Σεραφὶμ, ὁ Υἱὸς ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ὁ Μονογενὴς ἐν τοῖς κόλποις τοῖς σοῖς, ὁ Κύριος, ὡς οἶδεν αὐτὸς, ὅλος πανταχοῦ, ὅλος ἐν σοί. Εὐλογημένη σὺ ἐν γυναιξὶν, ὅτι πασῶν ὁμοῦ τῶν παρθένων νῦν προκέκρισαι· ὅτι κατηξιώθης ξενοδοχῆσαι τοιοῦτον ∆εσπότην· ὅτι τὸν ἀχώρητον βουληθέντα κεχώρηκας· ὅτι τὸν πάντα πληροῦντα προσδέδεξαι· ὅτι τῆς θείας οἰκονομίας γέγονας ἐργαστήριον καθαρώτατον· ὅτι τῆς εἰς τὸν βίον εἰσόδου τοῦ βασιλέως ἡμῶν πέφηνας ἄξιον ὄχημα· ὅτι τοῦ πνευματικοῦ μαργαρίτου θησαυρὸς ἀναδέδειξαι. Εὐλογημένη σὺ ἐν γυναιξί.

Τούτων ἀκούσασα τῶν λόγων ἡ παναγία παρθένος, καὶ θεασαμένη μορφὴν ἀγγελικὴν καὶ φωνὴν, ἐλογίσατο καθ' ἑαυτὴν [λέγουσα], Ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος; ἆρα τί βούλεται τοῦτο τὸ πρόσφθεγμα; ἆρα τί μοι προσημαίνει ταῦτα τὰ ῥήματα; Ἐμὲ ἐν πρώτοις προσηγόρευσεν ἄγγελος, τίνα οὖσαν, ἢ ποίας ἀξίας τυγχάνουσαν; ἐγὼ κεχαριτωμένη; πόθεν, ἢ διὰ τί; ὁ Κύριος μετ' ἐμοῦ; μετὰ τίνος γὰρ τῶν φοβουμένων αὐτὸν οὐκ ἔστιν ὁ Κύριος; ἐγὼ εὐλογημένη ἐν γυναιξίν; ἆρα τίνος χάριν, ἢ διὰ τί, καὶ πῶς; ἆρα ποῖον προκηρύττει δῶρον οὗτος ὁ λόγος; ἆρα ποῖον προμηνύει θαῦμα τοῦτο τὸ ῥῆμα; Οὕτω δὲ ταραττομένην αὐτὴν ὁ ἄγγελος θεασάμενος λέγει πρὸς αὐτήν· Μὴ φοβοῦ, Μαριάμ· μὴ γὰρ, ἵνα θορυβηθῇς, ἠσπασάμην σε· ἵνα πανηγυρίσῃς, προσηνῶς σοι διαλέγομαι. Μὴ τοίνυν ἔχε κατὰ τὴν ψυχὴν τάραχον, τὴν εἰρήνην τῆς οἰκουμένης κεκτημένη μεθ' ἑαυτῆς. Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Ὑπὲρ τὴν κτίσιν ἐκαλλωπίσθης, ὑπὲρ τοὺς οὐρανοὺς ἐφαιδρύνθης, ὑπὲρ τὸν ἥλιον ἔλαμψας, ὑπὲρ τοὺς ἀγγέλους ὑψώθης· οὐκ ἀνελήφθης εἰς οὐρανοὺς, ἀλλ' ἐπὶ τῆς γῆς ἱσταμένη, τὸν οὐράνιον ∆εσπότην καὶ βασιλέα τῶν ἁπάντων ἐπεσπάσω πρὸς ἑαυτήν. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρί. Προέφθασε τὸν ἐμὸν λόγον τὸ ἔργον· ὀξυτέρα τῆς ἐμῆς φωνῆς ἡ μυστικὴ σύλληψις γέγονεν· αὐτὸν ἔνδον ἔχεις ἐν τῇ κοιλίᾳ σου τὸν τῶν ὅλων δημιουργὸν Κύριον, ἐκ τῆς ἁγίας σου καὶ ἀχράντου σαρκὸς ἀπόνως οἰκοδομοῦντα τῆς ἁγίας αὐτοῦ σαρκὸς τὸν ναόν· αὐτὸν ἔνδον ἔχεις τὸν ζωγράφον τῆς φύσεως, τὴν οἰκείαν εἰκόνα παλαιωθεῖσαν ἀναζωγραφοῦντα τῇ χάριτι. Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος ἔσται μέγας. Μέγας μὲν γάρ ἐστι τῇ θεότητι, ἔσται δὲ μέγας καὶ τῇ ἀνθρωπότητι. Καὶ Υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ. Ὤμοσε γὰρ ἀλήθειαν τῷ ∆αυῒδ, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Ποίαν δὲ αὐτῷ ἀλήθειαν ὤμοσεν; Ἐκ καρποῦ τῆς ὀσφύος σου, φησὶ, θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐκεῖνο, ὁ ὅρκος λαμβάνει πέρας ἐν τῷ παρόντι καιρῷ. Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Οὐδεὶς τούτου τοῦ βασιλέως ἀνώτερος, καὶ οὐδεμία τις ἄλλη μακαριωτέρα σοῦ τῆς τικτούσης αὐτόν. Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Ἰωσὴφ μνηστήρ ἐστιν ἐμὸς, οὐκ ἀνήρ· μέχρι γὰρ τῶν ἀῤῥαβώνων αἱ περὶ τοῦ γάμου συνθῆκαι προέβησαν· πῶς οὖν χωρὶς γάμου ἔσται μοι ἡ σύλληψις; πῶς χωρὶς φυτουργοῦ βλαστήσω καρπόν; ἐπ' ἐμοῦ πρώτης ὁ δρόμος τῆς φύσεως ἐναλλάττεται; ἐπ' ἐμοῦ πρώτης ὁ νόμος τῆς κυήσεως μεταγράφεται; ἐπ' ἐμοῦ