1

 2

 3

 4

3

παντευχίᾳ· 52.796 οὕτω δὴ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θεασάμενος πολλὴν οὖσαν τὴν τῶν ἐναντίων δυνάμεων δυναστείαν, καὶ διὰ τοῦτο πολλῆς δεομένην βοηθείας τὴν ἀνθρωπίνην φύσιν, ἐδωρήσατο τοῦ ἁγίου Πνεύματος τὴν χάριν, ἵνα ὁ πρότερον δεδιὼς τῶν δαιμόνων τὰς φάλαγγας, νῦν ταύταις φοβερὸς ὀφθῇ, καὶ καταπλήττῃ, καὶ μόνον ὀφθεὶς ἀπελάσῃ τὸν δόλιον ὄφιν. Τοιαύτη γὰρ ἡ τοῦ ἁγίου Πνεύματος χάρις· ὅπου γὰρ ἂν φανείη, δραπετεύειν ποιεῖ τῶν δαιμόνων τὰς φάλαγγας, καὶ πάσας τὰς ἀντικειμένας δυνάμεις.

Λήψεσθε γὰρ, φησὶ, δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Τίς δὲ ἦν αὕτη ἡ δύναμις; Ὅπερ καὶ πρώην πρὸς αὐτοὺς ἔλεγεν· Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε, καὶ ὅσα τοιαῦτα· οὐδὲν γὰρ ἔσται νόσημα, φησὶν, οὕτως ἰσχυρὸν, ὃ μὴ εἴξῃ τῇ τοῦ ἁγίου Πνεύματος δυνάμει. Τοσούτων ἡμῖν ἀγαθῶν αἰτία γέγονεν ἡ σήμερον ἡμέρα. Σήμερον γὰρ ἀπέλαβον ἄγγελοι, ἃ πάλαι ἐπεθύμουν, τὴν φύσιν τὴν ἡμετέραν ὁρῶντες ἀπὸ τοῦ θρόνου ἀστράπτουσαν τοῦ βασιλικοῦ. Καὶ ἵνα μάθῃς τὸ διάφορον δούλου καὶ δεσπότου, ἡνίκα μὲν Ἠλίας ἀνελαμβάνετο, ἐν ἅρματι πυρίνῳ τοῦτο ὑπέμεινεν· ἡνίκα δὲ ὁ ∆εσπότης ὁ ἡμέτερος μετὰ σαρκὸς, νεφέλη πρὸς τὴν ἄνοδον ὑπηρέτει. Βλεπόντων γὰρ αὐτῶν, φησὶν, ἐπήρθη, καὶ ἡ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ἐκεῖνος μὲν ὡς εἰς τὸν οὐρανὸν ἀνῄει, δοῦλος γὰρ ἦν· ὁ δὲ εἰς αὐτὸν τὸν οὐρανὸν, ∆εσπότης γὰρ ἦν. Ἰδοὺ δύο ἄνδρες ἐν ἐσθῆτι λευκῇ, καί φασι πρὸς αὐτούς· Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὗτος ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτόν.

Καὶ ὅτε μὲν τὸν δοῦλον ἔδει κληθῆναι, ἅρμα κατεπέμπετο· ὅτε δὲ τὸν Υἱὸν, θρόνος βασιλικὸς, καὶ οὐχ ἁπλῶς θρόνος, ἀλλ' αὐτὸς ὁ πατρικός. Ἄκουε γὰρ Ἡσαΐου τοῦ μεγαλοφώνου περὶ τοῦ Πατρὸς λέγοντος· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης. ∆ιὰ τοῦτο καὶ τῷ Υἱῷ τὴν νεφέλην κατέπεμψεν. Καὶ ὁ μὲν Ἠλίας ἀνελθὼν ἀφῆκε μηλωτὴν ἐπὶ τὸν Ἐλισσαῖον, ὁ δὲ Ἰησοῦς ἀναβὰς ἀφῆκε χαρίσματα ἐπὶ τοὺς μαθητὰς, οὐχ ἕνα προφήτην ποιοῦντα, ἀλλὰ μυρίους Ἐλισσαίους, μᾶλλον δὲ ἐκείνου πολλῷ μείζους καὶ λαμπροτέρους. Ἅπερ ἅπαντα ἐννοοῦντες, ἀγαπητοὶ, ἀμειψώμεθα καὶ ἡμεῖς τὸν ἡμέτερον ∆εσπότην διὰ τῆς ἀρίστης πολιτείας, ἵνα ὡς αὐτὸς ἡμᾶς ἐδόξασε διὰ τῶν οἰκείων χαρισμάτων, οὕτω καὶ ἡμεῖς διὰ τῶν κατορθωμάτων καὶ τῆς ἀρίστης πολιτείας τὸν Θεὸν ἵλεων ἐργαζώμεθα. ∆οξάσωμεν τοίνυν τὸν ἡμέτερον ∆εσπότην, καὶ τῆς ὑπεροψίας τῶν παρόντων καταφρονήσωμεν. Αὕτη γὰρ ἀρίστη μάλιστα διδασκαλία δυναμένη τοὺς ἀπίστους πρὸς τὴν ἀλήθειαν χειραγωγῆσαι. Οὐδὲ γὰρ οὕτω τοῖς παρ' ἡμῶν λεγομένοις προσέχουσιν, ὡς τοῖς ὑφ' ἡμῶν πραττομένοις. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Μακάριος ὁ ποιήσας καὶ διδάξας· δεικνὺς ὅτι τῆς διὰ λόγων διδασκαλίας ἡ διὰ τῶν ἔργων ἐστὶν ἀκριβεστέρα, καὶ μᾶλλον ἐναγαγεῖν δυναμένη τοὺς ἀγνώμονας. Γενώμεθα τοίνυν εὐάρεστοι Θεῷ, καὶ μετὰ ἀκριβείας τὸν ἑαυτῶν βίον ῥυθμίσωμεν, ἵνα καὶ τοῦ Πνεύματος τὴν χάριν ἐπισπασώμεθα, καὶ πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν πλείονα τὴν εὐκολίαν ἕξωμεν ὑπὸ τῆς τοῦ Πνεύματος δυνάμεως συνεργούμενοι.

Ἔνθα γὰρ ἂν ἴδῃ ψυχὴν νήφουσαν ἡ χάρις, ἐκεῖ μετὰ δαψιλείας ἐφίπταται. Εὐτρεπίσωμεν τοίνυν ἑαυτοὺς, παρακαλῶ, ἵνα παρὰ τῆς τοῦ Πνεύματος ἐνεργείας δυναμούμενοι, καὶ τὸν παρόντα βίον ἄλυπον διανύσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀξιωθῆναι· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἐξαγοράσαντος ἡμᾶς τῷ τιμίῳ τῆς ζωοδώρου πλευρᾶς αὐτοῦ αἵματι, καὶ ἐκ πλάνης καὶ ἐκ δουλείας ἡμᾶς ἀπαλλάξαντι, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· μεθ' οὗ πρέπει τιμὴ καὶ κράτος, πᾶσα δόξα καὶ