1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

ἐξέβαλεν, οὐκ ἐπειδὴ δόγματα οὐκ εἶχεν ὀρθὰ, ἀλλ' ἐπειδὴ βίον ῥυπαρὸν καὶ ἀκάθαρτον· καὶ οὓς ἐκέλευσεν εἰς τὸ πῦρ ἀπενεχθῆναι τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, οὐ διὰ τοῦτο ἔπεμψεν ἐκεῖ, ἐπειδὴ τῆς πίστεως ἦσαν ἐκπεπτωκότες, ἀλλ' ἐπειδὴ οὐδέποτε οὐδένα ἠλέησαν. Τούτων πάντων καὶ τῶν τοιούτων αὐτοὺς ἀναμνῆσαι ἠδύνατο, καὶ εἰπεῖν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οὗτοι πάντες καὶ βαπτίσματος ἔτυχον, καὶ μυστηρίων ἐκοινώνησαν, καὶ πίστιν πολλὴν ἐπεδείξαντο, καὶ γνῶσιν εἶχον ἀπηρτισμένην· ἀλλ' ἐπειδὴ βίον οὐ παρέσχον τῇ πίστει συνᾴδοντα, τῆς βασιλείας ἐξεβλήθησαν, καὶ τῷ πυρὶ παρεδόθησαν. Τίνος οὖν ἕνεκεν οὐ ταῦτα εἶπεν, ἀλλὰ ταῦτα πάντα ἀφεὶς, οὕτω πώς φησιν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ τῶν Μωϋσέως αὐτοὺς ἀναμιμνήσκων, τὰ ἐπὶ τῆς χάριτος τέως σιγήσας; Οὐχ ἁπλῶς, οὐδὲ ἄνευ λόγου τινὸς τοῦτο ποιεῖ· πολλῆς γὰρ σοφίας ἦν πεπληρωμένος. Ἀλλὰ τί δήποτε, καὶ διὰ τί; ∆υοῖν ἕνεκα τούτων· ὁμοῦ τε αὐτῶν βουλόμενος καθάψασθαι μᾶλλον, καὶ δεῖξαι τῆς Παλαιᾶς ∆ιαθήκης πρὸς τὴν Καινὴν πολλὴν οὖσαν τὴν συγγένειαν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων, οἱ μὲν τῇ γεέννῃ διαπιστοῦσι, καὶ οὐδὲ εἶναι κόλασιν νομίζουσιν, ἀλλὰ τὸν Θεὸν ἁπλῶς ἕνεκεν φόβου καὶ σωφρονισμοῦ ταῦτ' ἠπειληκέναι, σκώληκα τὸν ἀτελεύτητον, τὸ πῦρ τὸ ἄσβεστον, τὸ σκότος τὸ ἐξώτερον, τοῖς δὲ παρελθοῦσιν οὐκ ἔχουσιν ἀπιστῆσαι. Τὰ γὰρ γεγενημένα πῶς ἄν τις δύναιτο λέγειν μὴ γενέσθαι; Τοῖς μὲν γὰρ οὐδέπω φανεῖσιν, οὐδὲ εἰς ἔργον ἐξελθοῦσίν εἰσι πολλοὶ οἱ διαπιστοῦντες, τοῖς δὲ γεγενημένοις καὶ τέλος εἰληφόσι, κἂν μυριάκις τις ἀνεύθυνος ᾖ καὶ ἀγνώμων, οὔτε, εἰ βουληθείη, δυνήσεταί ποτε ἀπιστεῖν.

Ἀπὸ τῶν σφόδρα ὡμολογημένων, καὶ τέλος ἐχόντων, καὶ ὧν πολλὰ μένει τὰ λείψανα, βούλεται αὐτοὺς πιστώσασθαι περὶ τῆς τοῦ Θεοῦ δικαιοκρισίας, μονονουχὶ λέγων· Εἰ μὴ νομίζεις εἶναι γέενναν, μηδὲ τιμωρίαν καὶ κόλασιν, ἀλλ' ἁπλῶς τὸν Θεὸν ἠπειληκέναι, τὰ παρελθόντα ἀναλογισάμενος, καὶ τοῖς μέλλουσι πίστευε. Εἰ γὰρ ὁ αὐτός ἐστι Θεὸς, ὁ καὶ τὰ πρότερα καὶ τὰ νῦν οἰκονομῶν, καὶ τὰ ἐπὶ τῆς Παλαιᾶς, καὶ τὰ ἐπὶ τῆς χάριτος, ὥσπερ οὖν καὶ ἔστιν ὁ αὐτὸς, ποῖον ἂν ἔχοι λόγον, ἐκείνους μὲν ἁμαρτάνοντας κολάσαι καὶ τιμωρήσασθαι, ἡμᾶς δὲ ταῦτα, καὶ πολλῷ χαλεπώτερα ἐκείνων πταίοντας ἀτιμωρήτους ἀφεῖναι; Ἐρωτῶ τοίνυν· ἐπόρνευσαν οἱ Ἰουδαῖοι, καὶ ἐκολάσθησαν; ἐγόγγυσαν, καὶ ἐτιμωρήθησαν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι. Πῶς οὖν ὁ τιμωρησάμενος ἐκείνους, σὲ τὰ αὐτὰ τολμῶντα παρόψεται; Οὐκ ἂν ἔχοι λόγον. Ἀλλ' οὐκ ἔδωκας δίκην ἐνταῦθα; ∆ιὰ τοῦτο μάλιστα πίστευε γέενναν εἶναι καὶ κόλασιν, ἐπειδὴ δίκην ἐνταῦθα οὐκ ἔδωκας. Εἰ γὰρ μὴ ἔμελλέ τις ἀποκεῖσθαι μετὰ ταῦτα τιμωρία, οὐκ ἂν τὰ αὐτὰ 51.245 τοῖς προτέροις τολμήσας, ἀτιμώρητος ἔμεινας. Καὶ σὺ τοίνυν ὅταν λάβῃς τινὰ χαῦνον, καὶ διαλελυμένον, καὶ πολλὴν ἀσέλγειαν ἐπιδεικνύμενον, καὶ λέγῃ πρὸς σὲ, ὅτι μῦθος ταῦτά ἐστιν, οὐκ ἔστι κόλασις, οὔτε γέεννα, ἀλλ' ἁπλῶς ὁ Θεὸς ἠπείλησε φοβῆσαι βουλόμενος, λέγε πρὸς αὐτόν· Ἄνθρωπε, τοῖς μέλλουσιν ἀπιστεῖς, ἐπειδὴ μὴ φαίνεται, μηδὲ εἰς μέσον ἦλθε, μηδὲ ὑπὸ τοῖς ὀφθαλμοῖς κεῖται τοῖς ἡμετέροις· μὴ ἐπὶ τοῖς γεγενημένοις καὶ τέλος εἰληφόσι δυνατὸν ἀπιστῆσαί τινα; Ἐννόησόν μοι τὰ Σόδομα καὶ τὰ Γόμοῤῥα. Ἐκείνη δὲ χώρα δι' οὐδεμίαν ἑτέραν ἁμαρτίαν τοσαύτην ἔδωκε δίκην, ἢ ὅτι παρανόμους εἰσήγαγον μίξεις οἱ τὰς πόλεις οἰκήσαντες ἐκείνας, καὶ ἀθέσμους ἔρωτας, καὶ τοὺς τῆς φύσεως νόμους ἐκ βάθρων ἀνέτρεψαν.

Πῶς οὖν ἂν ἔχοι λόγον, τὸν Θεὸν, τὸν αὐτὸν ὄντα καὶ τότε καὶ νῦν, ἐκείνους μὲν ἁμαρτάνοντας κολάσαι χωρὶς συγγνώμης ἁπάσης, σὲ δὲ τὸν μετ' ἐκείνους ἁμαρτόντα, τὸν πολλῷ μείζονος ὄντα τιμωρίας ἄξιον καὶ κολάσεως, ὅσῳ καὶ χάριτος ἀπήλαυσας, καὶ οὐδὲ ταῖς ἐκείνων ἐσωφρονίσθης τιμωρίαις, ἀτιμώρητον ἀφεῖναι;