1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

3

τοῖς ἁρμόζουσιν. Ἐφανέρωσε, φησὶ, καιροῖς ἰδίοις τὸν λόγον αὑτοῦ ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγώ· τουτέστι, τὸ κήρυγμα. Τοῦτο γὰρ τὰ πάντα εἶχε, τὸ εὐαγγέλιον, καὶ τὰ ἐνταῦθα καὶ μέλλοντα, τὴν ζωὴν, τὴν εὐσέβειαν, τὴν πίστιν, πάντα ὁμοῦ. Ἐν κηρύγματι· τουτέστι, φανερῶς, μετὰ παῤῥησίας· τοῦτο γάρ ἐστι τὸ, Ἐν κηρύγματι. Ὥσπερ γὰρ ὁ κήρυξ πάντων παρόντων ἐν τῷ θεάτρῳ κηρύττει, οὕτω καὶ ἡμεῖς κηρύττομεν, ὥστε μηδὲν προσθεῖναι, ἀλλ' αὐτὰ ἃ ἠκούσαμεν εἰπεῖν. Ἡ γὰρ τοῦ κήρυκος ἀρετὴ ἐν τῷ πᾶσιν εἰπεῖν ἐστι τὸ γεγονὸς, οὐκ ἐν τῷ προσθεῖναί τινα καὶ ἀφελεῖν. Εἰ τοίνυν κηρύττειν δεῖ, μετὰ παῤῥησίας κηρύττειν δεῖ· ἐπεὶ οὐδὲ κηρύττειν ἐστί. ∆ιὰ τοῦτο οὐδὲ εἶπεν ὁ Χριστὸς, Εἴπατε ἐπὶ τῶν δωμάτων, ἀλλὰ, Κηρύξατε ἐπὶ τῶν δωμάτων, καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τοῦ τρόπου τὸ γεγονὸς παριστῶν. Ὃ ἐπιστεύθην ἐγὼ κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Καὶ τὸ, Ἐπιστεύθην, καὶ τὸ, Κατ' ἐπιταγὴν, τὸ ἀξιόπιστον δείκνυσιν· ὥστε μηδένα ἀναξιοπαθεῖν, μηδὲ ἀκκίζεσθαι, μηδὲ δυσχεραίνειν. Εἰ τοίνυν ἐπιταγή ἐστι, οὐκ εἰμὶ κύριος· ἐπίταγμα γὰρ πληρῶ. Τῶν γὰρ πρακτέων τὰ μὲν ἐφ' ἡμῖν κεῖται, τὰ δὲ οὐκ ἐφ' ἡμῖν· ἃ μὲν γὰρ ἐπιτάττων λέγει, ταῦτα οὐκ ἐφ' ἡμῖν· ἅπερ δὲ ἐπιτρέπων, ταῦτα ἐφ' ἡμῖν τυγχάνει. Οἷον τὸ, Ἐάν τις εἴπῃ τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρὸς, τοῦτο ἐπίταγμα· καὶ τὸ, Ὅταν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ γνῷς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου· καὶ τοῦτο ἐπίταγμα, καὶ τὸν μὴ ποιήσαντα ἀνάγκη ὑπεύθυνον εἶναι κολάσει. Ὅταν δὲ λέγῃ, Ἐὰν θέλῃς τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα· καὶ πάλιν, Ὁ δυνάμενος χωρεῖν, χωρείτω, οὐκέτι ἐπίταγμά ἐστι· τὸν γὰρ ἀκροατὴν ποιεῖ κύριον τῶν λεχθέντων, καὶ τὴν αἵρεσιν αὐτῷ δίδωσι τῶν πρακτέων. Ταῦτα μὲν γὰρ καὶ ποιῆσαι, καὶ μὴ ποιῆσαι ἐφ' ἡμῖν· τὰ δὲ ἐπιτάγματα οὐκ ἐφ' ἡμῖν, ἀλλ' ἀνάγκη ἢ ποιῆσαι, ἢ μὴ ποιήσαντα κολασθῆναι. Τοῦτο οὖν λέγει καὶ ὅταν λέγῃ, Ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ γάρ μοί 62.667 ἐστιν, ἐὰν μὴ εὐαγγελίσωμαι. Σαφέστερον δὲ ἐρῶ αὐτὸ, ἵνα πᾶσι κατάδηλον γένηται. Οἷον, ὁ τὴν ἀρχὴν τῆς Ἐκκλησίας ἐμπεπιστευμένος, καὶ τῇ τῆς ἐπισκοπῆς ἀξίᾳ τετιμημένος, ἂν μὴ διαγορεύῃ τῷ λαῷ τὰ πρακτέα, οὐκ ἀνεύθυνός ἐστιν· ὁ μέντοι λαϊκὸς οὐδεμίαν ἀνάγκην ἔχει τούτου. ∆ιὰ τοῦτό φησι καὶ ὁ Παῦλος, ὅτι Κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν τοῦτο ποιῶ. Καὶ ὅρα τὰ ἐπίθετα πῶς πρὸς ὃ εἶπον ἁρμόζει. Ἀνωτέρω γὰρ εἰπὼν, Ὁ ἀψευδὴς Θεὸς, ἐνταῦθά φησι, Κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Εἰ τοίνυν Σωτήρ ἐστι, καὶ αὐτὸς ταῦτα ἐπέταξεν ἀπὸ τοῦ βούλεσθαι σώζεσθαι, οὐ τοίνυν φιλαρχίας τὸ πρᾶγμά ἐστι· πίστις γάρ ἐστι, καὶ ἐπιταγή ἐστι Θεοῦ Σωτῆρος. Τίτῳ γνησίῳ τέκνῳ. Ἔστι γὰρ καὶ μὴ γνήσια εἶναι τέκνα, ὡς ἐκεῖνος περὶ οὗ φησιν· Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἰδοὺ καὶ τέκνον, καὶ οὐκ ἔστι γνήσιον τέκνον· τέκνον μέν ἐστιν, ἐπειδὴ ἅπαξ ἐδέξατο τὴν χάριν, καὶ ἀνεγεννήθη· οὐ γνήσιον δὲ, ἐπειδὴ ἀνάξιον τοῦ πατρός ἐστιν, ἐπειδὴ πρὸς ἕτερον αὐτομολεῖ τύραννον. Ἐπὶ μὲν γὰρ τῶν φυσικῶν παίδων τὸ γνήσιον καὶ μὴ γνήσιον ἀπὸ τῆς ὠδινούσης καὶ τοῦ σπείροντος ὁρίζεται· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἀπὸ τῆς προαιρέσεως. Ἔστι γὰρ γνήσιον γενόμενον μὴ μεῖναι γνήσιον· ἔστιν οὐκ ὂν γνήσιον γενέσθαι γνήσιον· οὐ γὰρ ἀνάγκῃ φύσεως ταῦτα κατακέκλεισται, ἀλλ' ἐξουσίᾳ προαιρέσεως· ὅθεν καὶ συνεχεῖς ἔχει τὰς μεταβάσεις. Ἦν Ὀνήσιμος τέκνον γνήσιον, ἀλλὰ καὶ οὐ γνήσιον ἦν· καὶ γὰρ ἄχρηστος ἐγένετο· ἀλλὰ πάλιν ἐγένετο γνήσιον οὕτως, ὡς καὶ αὐτὸν σπλάγχνα καλεῖσθαι ἀποστολικά. Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν. Τί ἐστι, Κατὰ κοινὴν πίστιν; Ἐπειδὴ εἶπε, Τέκνον, καὶ τὴν τοῦ πατρὸς αὐτοῦ ἔλαβε τάξιν, πῶς καὶ ταύτην τὴν τιμὴν