1

 2

 3

3

ῥῆμα"· λέγει γὰρ οὕτως· "οὗτος γάρ ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα." Ἀλλ' ἵνα μὴ νομίσῃς ὅτι ὁ προφήτης τὸ πνεῦμα τὸ ἅγιον παρέλειπεν εἰρηκώς· "ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα", μάνθανε, ἀγαπητὲ, ὅτι τὴν τριάδα ὡμολόγησεν· ἡμέρα γὰρ ὁ πατήρ· ἡμέρα ὁ υἱός· ῥῆμα τὸ ἐν μέσῳ τῷ ἄερι ἐν εἴδει περιστερᾶς διιπτάμενον πνεῦμα. Ὅτι δὲ ῥῆμα τὸ πνεῦμα τὸ ἅγιον μαρτυρησάτω Παῦλος· "λάβετε τὴν μάχαιραν τοῦ ἁγίου πνεύματος· ὅ ἐστιν ῥῆμα θεοῦ."

9 "Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν."

"Νεφέλη γὰρ καὶ γνόφος κύκλῳ αὐτοῦ." Ἡμέρα ὁ αὐτὸς καὶ νὺξ ὁ αὐτὸς, καὶ θεὸς καὶ ἄνθρωπος· Ἡμέρα κατὰ θεότητα, Νὺξ κατὰ τὴν ἀνθρωπότητα· ὅσον γὰρ ἐν συγκρίσει τῆς θεότητος νύξ ἐστιν ἡ ἀνθρωπότης. Τοῦτο γάρ ἐστιν· "ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ." "Τὸ δὲ σκότος ἐκάλεσεν νύκτα." "Νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν." Χριστὸς κατὰ τὴν ἀνθρωπότητα νυκτὶ πάσῃ τῇ γῇ, τουτέστιν τῇ ἀνθρωπότητι, ἀναγγέλλει τὴν περὶ πατρὸς καὶ ἑαυτοῦ καὶ ἁγίου πνεύματος γνῶσιν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.