3
μὲν βυθίσαι οὐκ ἴσχυσεν, Ἰησοῦς δὲ αὐτὸ ἐν τῇ δυνάμει τοῦ Πνεύματος, ἐν τῇ πηγῇ τοῦ βαπτίσματος κατεπόντισεν. Εἶχε τοῦτο τὸ πλοῖον καὶ ἀγκύρας σιδηρᾶς, ἀλλ' εἰς τοὺς ἥλους τοῦ Χριστοῦ ἐχωνεύθησαν· εἶχε τοῦτο τὸ πλοῖον καὶ ἱστίον, ἀλλ' ὁ διάβολος λαβὼν αὐτὸ σταυρὸν ἐπελέκισεν· εἶχε τοῦτο τὸ πλοῖον καὶ σχοινία, ἀλλὰ ταῦτα λαβὼν Ἰούδας ἀπήγξατο. Εἰς τοῦτο τὸ πλοῖον ἐμβάντες οἱ Ἰουδαῖοι, τῇ πέτρᾳ προσκρούσαντες περὶ τὴν πίστιν ἐναυάγησαν. ∆ιὰ τοῦτο μέχρι τοῦ νῦν οἱ Ἰουδαῖοι ἐν τῷ βυθῷ τῆς ἀγνωσίας ἐννήχονται. Πλὴν ὅσοι αὐτῶν ἂν ἰσχύσωσι τῆς Χριστοφόρου ὁλκάδος κρατῆσαι, διασώζονται· οἱ δὲ ἄλλοι ἁλμυρῷ θανάτῳ ἀπιστίας ἀπόλλυνται. Καὶ εἴθε κἂν ἐν τῷ βυθῷ ὑπάρχοντες πρὸς Ἰωνᾶν εἰς τὸ κῆτος ἐξέτρεχον· ἴσως γὰρ ἂν παρ' αὐτοῦ μαθόντες τὴν ἐν Χριστῷ εὐσέβειαν, ζῶντες μετὰ τούτου, ὑπὸ τοῦ κήτους ἐν Νινευῒ ἐξεῤῥίπτοντο.
Νῦν δὲ τοὺς ὀφθαλμοὺς τῆς καρδίας καμμύσαντες, οὔτε τὸν λαμπροφόρον τῆς εὐσεβείας ἐν μέσῃ τῇ γῇ ἑστῶτα, καὶ τὴν πίστιν ἀστράπτοντα ὁρῶντες, πρὸς αὐτὸν καταφεύγουσιν· οὔτε πρὸς τὸν τῆς μετανοίας κήρυκα Ἰωάννην καταφεύγοντες ζῶσι. Καὶ ἐξελθόντες, φησὶν, οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ ἐξελθόντες, φησὶν, οἱ Φαρισαῖοι. Πόθεν; Οὐκ ἐκ τοῦ φθόνου, ἀλλ' ἐκ τοῦ νόμου. Εἰ μὴ γὰρ ἐξῆλθον ἐκ τοῦ νόμου, οὐκ ἂν τὸν τοῦ νόμου Νομοθέτην ἐνύβριζον. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι. Πόθεν; Ἐκ τοῦ νόμου τοῦ λέγοντος· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι. Πόθεν; Ἐκ τῆς ἐντολῆς τοῦ Θεοῦ τῆς φωτιζούσης τοὺς ὀφθαλμοὺς τῆς καρδίας. Ἡ γὰρ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλ 61.709 μούς. -Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι. Πόθεν; Ἐκ τῆς ἐντολῆς, ἐκ τοῦ νόμου, ἐκ τῆς ζωῆς. Οἱ γὰρ ἄλλῳ θάνατον μελετῶντες, αὐτοὶ πρῶτοι τὸ τῆς ζωῆς ἀπολείπουσι φέγγος. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον. Καὶ οὐκ εἶπεν ὁ γράψας παρὰ τίνος, τὸν ἡμέτερον νοῦν ἀνακινῶν πρὸς τὴν ζήτησιν. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον. Παρὰ τίνος; Ἦ δῆλον ὅτι παρὰ τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου διαβόλου. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι. Τὸ, Ὅπως, ποίῳ τρόπῳ; ἆρα πέτρᾳ; ἆρα μαχαίρᾳ; ἆρα πυρὶ, ἢ ὕδατι; Ὁ δὲ σύμβουλος αὐτῶν διάβολος, ἀναπολήσας τὸ ξύλον τὸ ἐξ ἀρχῆς, δι' οὗ τὸν Ἀδὰμ ἐθανάτωσεν, εἰς αὐτὸ πάλιν καταφεύγει, καὶ συμβουλεύει ξύλῳ σταυρῶσαι τὸν Ἰησοῦν. Ἠγνόει δὲ ὅτι ἔμελλεν ἐκεῖνο τὸ ξύλον καὶ τὴν ἀρχαίαν τοῦ ξύλου παράβασιν παραλύειν, καὶ τὴν ζωὴν τοῖς ἀνθρώποις ἀνατεῖλαι. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὢ συμβουλία κακίστη διὰ φθόνου σπειρομένη, καὶ διὰ φθόνου ἐλεγχομένη! ὢ ματαία βουλή! Ἀγνοοῦσι γὰρ, ὅτι Θεὸς οὐκ ἀπόλλυται. Τὸν μὲν γὰρ ὀστράκινον λύχνον τοῦ σώματος διαλύσουσι, τὴν ἄσβεστον αὐτοῦ λαμπάδα τῆς θεότητος σβέσαι οὐ δύνανται. Ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὢ θαυμαστοῦ πράγματος, καὶ μυστηρίου καινοῦ! Ἦλθεν ὁ Ἰησοῦς ἀναζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς, καὶ οὗτοι τὸν τῶν ἀπολωλότων εὑρέτην ἀπολέσαι ζητοῦσι.
∆ιὰ ποίαν αἰτίαν, εἴπατε ἡμῖν, Ἰουδαῖοι, κατ' αὐτοῦ τοιαῦτα βουλεύεσθε; Ἀλλ' ἐκεῖνοι μὲν αἰσχύνονται λέγειν· ἡμεῖς τὴν αὐτῶν αἰσχύνην πανταχῆ στηλιτεύσωμεν. ∆ιὰ τί γὰρ, φησὶ, νεκροὺς ἐγείρει; καὶ διὰ τί ἀσθενοῦντας ἰᾶται; διὰ τί καλὰ λαλεῖ; διὰ τί καλὰ πράττει; διὰ τί καλὰ διδάσκει; ∆ιὰ ταῦτα πάντα τὰ ἐγκλήματα βουλεύονται αὐτὸν ἀπολέσαι. Ὅταν ἐξέρχωνται νήπιοι παῖδες βαΐα λαμβάνοντες, διὰ τῶν βαΐων τὴν νίκην αὐτοῦ προαναφωνοῦντες, καὶ ἐν τῇ εὐφημίᾳ αὐτοῦ λέγοντες, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, ἐκεῖνοι ἀπὸ τῶν ζιβήνων σφαττόμενοι ὑπὸ τοῦ φθόνου κεντοῦνται· οἱ γὰρ ἔπαινοι τῶν φθονουμένων, βέλη εἰσὶ τῶν φθονούντων. Καὶ προσέρχονται τῷ Ἰησοῦ, καὶ λέγουσιν αὐτῷ· Οὐκ ἀκούεις, τί οὗτοι