1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

3

Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀν τέστην. Καὶ οὐκ ἐλέγχεις δημοσίᾳ μόνον, ἀλλὰ καὶ, καθάπερ ἐν στήλῃ, τοῖς γράμμασι τὴν μάχην ἐγχα ράξας, ἀθάνατον ποιεῖς τὴν μνήμην· ἵνα μὴ οἱ τότε παρόντες μόνον, ἀλλὰ καὶ πάντες οἱ τὴν οἰκουμένην οἰκοῦντες ἄνθρωποι μάθωσι διὰ τῆς ἐπιστολῆς τὸ γεγενη μένον. Οὕτω σοι ἐποίησαν οἱ ἀπόστολοι ἐν Ἱεροσολύ μοις, ὅτε ἀνῆλθες διὰ δεκατεσσάρων ἐτῶν ἀναθέσθαι αὐτοῖς τὸ Εὐαγγέλιον; Οὐ σὺ λέγεις, ὅτι ∆ιὰ δεκατεσ σάρων ἐτῶν ἀνέβην, καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον, κατ' ἰδίαν δὲ τοῖς δοκοῦσί τι εἶναι; Τί οὖν; βουλόμενόν σε κατ' ἰδίαν ἀναθέσθαι, ἐκώλυσαν καὶ εἰς μέσον ἤγαγον, καὶ δῆλον ἅπασιν ἐποίησαν; Οὐκ ἔστιν εἰπεῖν. Εἶτα σὺ μὲν κατ' ἰδίαν ἀνατίθης, καὶ οὐδεὶς ἀντιλέγει· τὸν δὲ ἀπόστολον ἐκπομπεύεις; Ἆρα οὖν ἐκεῖ μόνον ταύτης ἀπήλαυσας τῆς εὐνοίας; 51.375 ἀλλὰ μὴν καὶ ὅτε δὲ μυριάδες τοσαῦται Ἰουδαίων ἦσαν, οὐ μετὰ τῆς αὐτῆς ἐχρήσαντό σοι σοφίας; οὐ κατ' ἰδίαν λαβόντες σε ἔλεγον· Θεωρεῖς, ἀδελφὲ, πό σαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν συνεληλυθό των, καὶ οὗτοι πάντες ζηλωταὶ τοῦ νόμου εἰσὶ, καὶ κατήχηνται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις. Τί οὖν ἐστι; Ποίησον ὅ σοι λέγομεν. Εἰσὶν ἄνδρες ἐν ἡμῖν ἔχοντες εὐχὴν ἐφ' ἑαυτοῖς· τούτους λαβὼν ξύρησαι σὺν αὐτοῖς, καὶ ἁγνίσθητι μετ' αὐτῶν, ἵνα μάθωσιν, ὅτι ὧν κατήχηνται περὶ σοῦ, οὐδέν ἐστιν. Εἶδες πῶς φεί δονταί σου τῆς ὑπολήψεως; πῶς κρύπτουσί σε τῷ προσωπείῳ τῆς οἰκονομίας ἐκείνης, τῇ θυσίᾳ, τοῖς ἁγνισμοῖς σε περιστέλλοντες; ∆ιὰ τί μὴ τοσαύτην κηδεμονίαν ἐπεδείξω καὶ σύ; δʹ. Ἀλλ' εἰ ἦν ἀληθῶς μάχη τὰ γενόμενα καὶ φιλο νεικία, εἶχεν ἂν λόγον τὰ κατηγορήματα ταῦτα· νῦν δὲ οὐκ ἔστι μάχη, ἀλλὰ δοκεῖ μὲν εἶναι, μεγάλην δὲ καὶ τοῦ Παύλου καὶ τοῦ Πέτρου σοφίαν καὶ εὔνοιαν πρὸς ἀλλήλους ἐπιδείκνυται. Πλὴν τέως αὐτῆς τῆς δοκούσης εἶναι κατηγορίας ἀκούσωμεν. Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην. ∆ιὰ τί; Ὅτι κατεγνωσμένος ἦν. Καὶ τίς ὁ τρόπος τῆς καταγνώσεως; Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτὸν, φοβούμενος τοὺς ἐκ περιτομῆς. Τί λέγεις; δειλὸς ὁ Πέτρος καὶ ἄνανδρος; οὐ διὰ τοῦτο Πέτρος ἐκλήθη, ἐπειδὴ ἄσειστος ἦν κατὰ τὴν πίστιν; Τί ποιεῖς, ἄν θρωπε; Αἰδέσθητι τὴν προσηγορίαν τοῦ ∆εσπότου, ἣν ἔθηκε τῷ μαθητῇ. ∆ειλὸς ὁ Πέτρος καὶ ἄνανδρος; καὶ τίς σου ταῦτα ἀνέξεται λέγοντος; Οὐ ταῦτα σύν οιδεν αὐτῷ τὰ Ἱεροσόλυμα, καὶ τὸ πρῶτον ἐκεῖνο θέατρον, καὶ ἡ Ἐκκλησία, εἰς ἣν πρῶτος ἐπεπήδησε, καὶ τὴν μακαρίαν ἐκείνην πρῶτος ἀφῆκε φωνὴν, καὶ εἶπε· Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, λύσας τὰς ὠδῖνας τοῦ θανάτου. Καὶ πάλιν· Οὐ γὰρ ∆αυῒδ ἀνέβη εἰς τὸν οὐρανόν. Αὐτὸς δὲ λέγει, φησὶν, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπό διον τῶν ποδῶν σου. Οὗτος οὖν, εἰπέ μοι, δειλὸς καὶ ἄνανδρος, ὁ τοσούτου φόβου καὶ τοσούτων κινδύνων ἐπικρεμαμένων, μετὰ τοσαύτης παῤῥησίας πρὸς τοὺς αἱμοβόρους κύνας ἐκείνους, καὶ τῷ θυμῷ ζέοντας ἔτι, καὶ φόνου πνέον τας εἰσελθὼν καὶ εἰπὼν, ὅτι ὁ σταυρωθεὶς ὑπ' αὐτῶν, καὶ ἀνέστη, καὶ ἐν τοῖς οὐρανοῖς ἐστι, καὶ ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, καὶ μυρίοις τοὺς ἐχθροὺς αὐτοῦ περιβάλλει κακοῖς; Ὅτι γὰρ διᾶραι στόμα, ὅτι γὰρ ἀνοῖξαι χείλη, ὅτι στῆναι, ὅτι φανῆναι μόνον μεταξὺ τῶν σταυρωσάντων αὐτὸν ἴσχυσεν, οὐ θαυμάζεις αὐ τὸν καὶ στεφανοῖς, εἰπέ μοι; Ποῖος γὰρ λόγος, τίς διάνοια τὴν παῤῥησίαν αὐτοῦ τὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τὴν ἐλευθεροστομίαν παραστῆσαι δυνήσεται; Οὐκ ἔστιν οὐδείς. Εἰ γὰρ πρὸ τοῦ σταυροῦ συνέθεντο οἱ Ἰουδαῖοι, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστὸν, ἀπο συνάγωγον ποιεῖν, μετὰ τὸν σταυρὸν καὶ τὴν ταφὴν ἀκούοντες οὐχὶ Χριστὸν ὁμολογοῦντος μόνον, ἀλλὰ καὶ πᾶσαν ὁμοῦ τὴν οἰκονομίαν μετὰ πάσης φιλοσοφίας ἀνακηρύττοντος, πῶς οὐ