1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

3

Στῆθι ἐπὶ τῆς παρατάξεως, μόνον ὡπλισμένος· στῆθι ἐν τόπῳ ἁγίῳ, μόνον καθαρὰ ἔχων τὰ ὄμματα· ἔμβηθι εἰς τὸν λιμένα, μόνον μετ' ἀκριβείας σαλεύων τὸ πλοῖον. Ταῦτα ἐνταῦθα δύνασαι μαθεῖν· καὶ οὐ θέλεις, ἀλλ' ἐξέρχῃ ἐν παρατάξει κοσμικῇ γυμνὸς τῶν τοῦ Θεοῦ ἐντολῶν. Ἐννόησον ἡλίκον ἐστὶν ἐξιέναι ἀπὸ ἐκκλησίας πάντων τῶν ἀνθρωπίνων ὑπερορῶντα, καὶ τὰ λυπηρὰ πατοῦντα, καὶ χρηστῶν ὑψηλότερον γινόμενον, οὔτε ἐν ἐκείνοις ἐπαιρόμενον, οὔτε ἐν τούτοις πιεζόμενον· οἷος ἦν ὁ Ἰὼβ, οὔτε ὑπὸ τῆς πενίας βαπτιζόμενος, οὔτε ὑπὸ τοῦ πλούτου ἐπαιρόμενος, ἀλλ' ἐν τῇ ἀνωμαλίᾳ τῶν πραγμάτων ἴσην τὴν ἑαυτοῦ γνώμην διατηρῶν. Ἐλθὲ, λάβε ὅπλον παρ' ἐμοῦ. Ποῖον δὲ ὅπλον; Ὃ πολλάκις σοι ἐγγυᾶται τὴν σωτηρίαν. Ἐξέρχῃ, καὶ βλέπεις ἄνθρωπον ἐφ' ἵππου ἐπαιρόμενον χρυσοχαλινώτου, καὶ πολλοὺς περὶ αὐτὸν τοὺς δορυφόρους· πάλιν εὐτελῆ τινα καὶ ἀπεῤῥιμμένον. Εἶτα εἰσέρχεταί σοι φθόνος διὰ τὸν πλούσιον· κατέχει σε βασκανία τοῦ πένητος. Προσέρχεταί σοι ὁ ∆αυῒδ, παρίσταταί σοι καὶ λέγει· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Ἔξελθε μετὰ τοῦ προφήτου, καὶ μὴ φοβοῦ. Ἄπελθε ὅπου λέγω σοι μετὰ τοῦ προφήτου, μετὰ τοῦ διδασκάλου, μετὰ τῆς βακτηρίας, μετὰ τοῦ κήρυκος. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Ἀλλ' ἐρεῖς· Τοῦτο παραινοῦντός ἐστι καὶ συμβουλεύοντος, καὶ τὰ δέοντα ἀποφαινομένου· εἰπέ μοι καὶ τὸν τρόπον, δι' ὃν οὐκ ὀφείλω φοβηθῆναι τὸν ἄνθρωπον. Ὅτι μιμεῖται τὴν φύσιν τοῦ ἀνθρώπου ἡ φύσις τοῦ πλούτου. Καὶ πῶς, ἐγὼ λέγω. Τί ἄνθρωπος; Ζῶον εὐτελὲς, ἐπίκηρον, ὀλιγοχρόνιον. Τοιοῦτον καὶ ὁ πλοῦτος· μᾶλλον δὲ οὐ τοιοῦτον, ἀλλὰ καὶ ἀσθενέστερον. Οὐ γὰρ μετὰ τοῦ ἀνθρώπου τελευτᾷ πολλάκις, ἀλλὰ καὶ πρὸ τοῦ ἀνθρώπου τελευτᾷ. Καὶ ἴστε ὑμεῖς μυρία ἐπὶ τῇ πόλει ταύτῃ ὑποδείγματα τῆς τελευτῆς τοῦ ἀώρου πλούτου, καὶ μεμαθήκατε, ὅτι ὁ μὲν κεκτημένος ζῇ, τὸ δὲ κτῆμα ἀπώλετο· τελευτὴ γὰρ πλούτου μεταβολὴ πενίας. Ἐννόησον οὖν πῶς ὀλιγοχρόνιον τὸ κτῆμα. Ὁ μὲν γὰρ κεκτημένος ζῇ, τὸ δὲ κτῆμα ἀπώλετο, καὶ εἴθε ἀπώλετο μόνον, καὶ μὴ συναπώλεσε τὸν κεκτημένον. Οὐκοῦν οὐκ ἂν ἁμάρτοις τὸν πλοῦτον ἀγνώμονα οἰκέτην καλέσας, οἰκέτην αἱμοβόρον καὶ ἀνδροφόνον, οἰκέτην ἀμοιβὰς ἀποδιδόντα τῷ δεσπότῃ τὴν σφαγήν. Καὶ τὸ δὴ χαλεπώτερον, οὐχ ὅταν αὐτὸν καταλίπῃ, περιβάλλει κινδύνοις, ἀλλὰ καὶ πρὶν ἢ καταλίπῃ αὐτὸν, θορυβεῖ αὐτὸν καὶ ταράττει. Μὴ γάρ μοι ἴδῃς τὸν τὰ σηρικὰ περιβεβλημένον ἱμάτια, καὶ μύρον πνέοντα, καὶ θεραπευόμενον ἔξωθεν· ἀλλ' ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, γύμνωσον αὐτοῦ τὴν διάνοιαν ἔτι πλουτοῦντος, καὶ ὄψει ἔνδοθεν θορύβους καὶ ταραχάς. Ὅταν δὲ ἴδῃς ἕτερον πίπτοντα ἐν τῷ ἐκείνου πτώματι, τὴν οἰκείαν συμφορὰν καταμάνθανε. γʹ. Τί γὰρ σφαλερώτερον τῶν ἀνθρωπίνων πραγμάτων; Ὃ πολλάκις εἶπον, ὅτι ποταμίων ῥευμάτων μιμεῖται φύσιν, ὁμοῦ τε φαίνεται καὶ παρατρέχει, ὁμοῦ κατέχεται καὶ ἀποπηδᾷ. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Τοῦτον λάβε τὸν λόγον, 55.503 τὴν ᾠδὴν τὴν πνευματικήν. Ὅταν γὰρ εἰσέλθῃ ὁ φθόνος, ἐπεισέλθῃ δὲ καὶ ὁ στίχος, ἀπαλλάττει τὸ ῥῆμα τὸ πάθος. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Ταῦτά μου τὰ φάρμακα οὐ χρημάτων δεόμενα, ἀλλὰ οὐρανῶν. Οὐ γὰρ σῶμα θεραπεύω, ἀλλὰ ψυχὴν ἰατρεύω· οὐ τὴν ὑμετέραν δὲ λέγω μόνον, ἀλλὰ καὶ τὴν ἐμαυτοῦ. Εἰ γὰρ καὶ διδάσκαλός εἰμι, ἀλλ' ἄνθρωπός εἰμι, τῇ κοινῇ φύσει ὑποκείμενος, κοινὴν καὶ τὴν διδασκαλίαν παρέχων. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Λάβε τοῦτον τὸν στίχον θησαυρὸν καὶ ὑπόθεσιν· λάβε τὸν στίχον ῥίζαν πλούτου καὶ εὐπορίας. Οὐ γὰρ τὸ πλουτεῖν, ἀλλὰ τὸ μὴ βούλεσθαι πλουτεῖν, τοῦτό ἐστι πλοῦτος. Ἆρα συνήκατε τὸ λεχθὲν πρὸς ὑμᾶς; Ὁ