1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

3

θαυμαζόμενος, καὶ ὅπουπερ ἂν φανείη πάντας ἐπιστρέφων, οὐκ ἐπῃσχύνετο τὸν σκηνοποιὸν, οὐδὲ ἐλαττοῦσθαι ἐνόμιζε τοὺς ἐν τοσούτοις ἀξιώμασιν ὄντας. Καὶ γὰρ εἰκὸς ἐν τῇ Ἐκκλησίᾳ τῇ Ῥωμαίων πολλοὺς εἶναι περιφανεῖς, οὓς ἠνάγκαζε τοὺς πτωχοὺς ἐκείνους ἀσπάσασθαι. Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι εὐγένειαν οὐ πλούτου περιφάνεια, οὐδὲ χρημάτων περιουσία, ἀλλὰ τρόπων ἐπιείκεια ποιεῖν εἴωθεν· ὡς οἵ γε ταύτης μὲν ἀπεστερημένοι, ἀπὸ δὲ τῆς τῶν γεγεννηκότων αὐτοὺς δόξης μεγαλοφρονοῦντες, ὀνόματι μόνον εὐγενείας ψιλῷ, ἀλλ' οὐχὶ πράγματι καλλωπίζονται· μᾶλλον δὲ αὐτὸ τὸ ὄνομα φωρᾶται πολλάκις, εἰ τις ἐπὶ τοὺς ἀνωτέρω προγόνους τῶν εὐγενῶν ἀναβαίη τούτων. Τὸν γὰρ περιφανῆ καὶ λαμπρὸν, καὶ πατέρα ἔχοντα ἐπίσημον εἰπεῖν καὶ πάππον, ἂν μετὰ ἀκριβείας ἐξετάσῃς, πολλάκις εὑρήσεις ἐπίπαππον εὐτελῆ τινα καὶ ἀνώνυμον ἐσχηκότα· καθάπερ τῶν εὐτελῶν εἶναι δοκούντων ἂν τὸ γένος ἅπαν ἀναβαίνοντες κατὰ μικρὸν διερευνησώμεθα, ὑπάρχους καὶ στρατηγοὺς εὑρήσομεν αὐτῶν πολλάκις τοὺς ἀνωτέρω προγόνους, καὶ εἰς ἱπποφορβοὺς καὶ συοφορβοὺς εὕροι τις ἂν γεγενημένους. Ἅπερ οὖν ἅπαντα Παῦλος εἰδὼς, τούτων μὲν οὐ πολὺν ἐποιεῖτο λόγον, ψυχῆς δὲ εὐγένειαν ἐζήτει, καὶ τοὺς ἄλλους ταύτην θαυμάζειν ἐπαίδευσεν. Οὐ μικρὸν οὖν τοῦτο τέως ἐντεῦθεν καρπούμεθα, τὸ μηδενὶ τῶν εὐτελεστέρων ἐπαισχύνεσθαι, τὸ ψυχῆς ἀρετὴν ἐπιζητεῖν, τὸ πάντα τὰ ἔξωθεν ἡμῖν περικείμενα περιττὰ εἶναι νομίζειν καὶ ἀνόνητα. γʹ. Ἔστι καὶ ἕτερον οὐκ ἔλαττον τούτου καρπώσασθαι κέρδος ἐντεῦθεν, καὶ ὃ μάλιστα συνέχει ἡμῶν τὴν ζωὴν κατορθωθέν. Τί δὲ τοῦτό ἐστι; Τὸ μὴ κατηγορεῖν τοῦ γάμου, μηδὲ νομίζειν ἐμπόδισμα εἶναι καὶ κώλυμα τῆς εἰς ἀρετὴν φερούσης ὁδοῦ, τὸ γυναῖκα ἔχειν, καὶ παῖδας τρέφειν, καὶ οἰκίας προΐστασθαι, καὶ τέχνην μεταχειρίζειν. Ἰδοὺ καὶ ἐνταῦθα ἀνὴρ ἦν καὶ γυνὴ, καὶ ἐργαστηρίων προειστήκεσαν, καὶ τέχνην μετεχειρίζοντο, καὶ τῶν ἐν μοναστηρίοις ζώντων ἀκριβεστέραν ἐπεδείξαντο πολλῷ τὴν φιλοσοφίαν. Πόθεν τοῦτο δῆλον; Ἀφ' ὧν προσεῖπεν αὐτοὺς ὁ Παῦλος, μᾶλλον δὲ οὐκ ἀφ' ὧν προσεῖπεν, ἀλλὰ καὶ 51.191 ἀφ' ὧν μετὰ ταῦτα ἐμαρτύρησεν. Εἰπὼν γὰρ, Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν, προσέθηκεν αὐτῶν καὶ τὸ ἀξίωμα. Ποῖον δὴ τοῦτο; Οὐκ εἶπε τοὺς πλουσίους, τοὺς περιφανεῖς, τοὺς εὐπάτριδας· ἀλλὰ τί; Τοὺς συνεργούς μου ἐν Κυρίῳ. Τούτου δὲ οὐδὲν ἴσον εἰς ἀρετῆς γένοιτ' ἂν λόγον· καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἐξ ὧν παρ' αὐτοῖς ἔμεινεν, οὐχὶ ἡμέραν μίαν, δύο καὶ τρεῖς, ἀλλ' ἐνιαυτοὺς ὁλοκλήρους δύο, τὴν αὐτῶν ἔστιν ἀρετὴν ἰδεῖν. Ὥσπερ γὰρ οἱ τῶν ἔξωθεν ἄρχοντες οὐκ ἂν ἕλοιντο παρ' εὐτελέσι καὶ ταπεινοῖς καταχθῆναί ποτε, ἀλλ' ἐπιζητοῦσι λαμπρὰς οἰκίας ἐπισήμων ἀνδρῶν τινων, ὥστε μὴ τὴν τῶν ὑποδεχομένων αὐτοὺς εὐτέλειαν τῷ μεγέθει τῆς ἀξίας λυμήνασθαι· οὕτω καὶ οἱ ἀπόστολοι ἐποίουν· οὐ πρὸς τυχόντας κατήγοντο, ἀλλ' ὥσπερ ἐκεῖνοι οἰκίας λαμπρότητα, οὕτω τῆς ψυχῆς ἀρετὴν ἐπεζήτουν οὗτοι, καὶ μετὰ ἀκριβείας διερευνώμενοι τοὺς ἐπιτηδείους αὐτοῖς, πρὸς ἐκείνους κατήγοντο. Καὶ γὰρ καὶ νόμος παρὰ τοῦ Χριστοῦ τοῦτο κελεύων ἔκειτο. Εἰς ἣν γὰρ πόλιν, φησὶν, ἢ οἰκίαν εἰσέλθητε, ἐρωτήσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι, κἀκεῖ μείνατε. Ὥστε ἄξιοι Παύλου ἦσαν οὗτοι· εἰ δὲ ἄξιοι Παύλου, τῶν ἀγγέλων ἦσαν ἄξιοι. Ἐγὼ τὸ δωμάτιον ἐκεῖνο, καὶ οὐρανὸν καὶ Ἐκκλησίαν θαῤῥῶν ἂν προσείποιμι. Ὅπου γὰρ Παῦλος ἦν, ἐκεῖ καὶ ὁ Χριστὸς ἦν. Εἰ δοκιμὴν ἐπιζητεῖτε, φησὶ, τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Ὅπου δὲ Χριστὸς ἦν, ἐκεῖ καὶ ἄγγελοι συνεχῶς ἐφοίτων. Οἱ δὲ καὶ πρὸ τούτου παρασχόντες ἑαυτοὺς ἀξίους τῆς τοῦ Παύλου θεραπείας, ἐννόησον τίνες ἐγένοντο, ἔτεσι δύο συνοικοῦντες αὐτῷ, καὶ σχῆμα, καὶ βάδισμα, καὶ βλέμμα, καὶ τρόπον στολῆς, καὶ εἰσόδους καὶ ἐξόδους, καὶ τἄλλα πάντα παρατηροῦντες. Ἐπὶ γὰρ τῶν ἁγίων οὐχὶ τὰ