1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

3

δυνατοὶ τῇ πίστει καὶ τῇ κατὰ Θεὸν γίνεσθε σπουδῇ. Ὥσπερ οὖν ἡ ζύμη οὐκ ἀσθενεῖ διὰ τὴν βραχύτητα, ἀλλὰ περιγίνεται διὰ τὴν ἐγκειμένην αὐτῇ θερμότητα καὶ τὴν τῆς ποιότητος δύναμιν· οὕτω δὴ καὶ ὑμεῖς δυνήσεσθε πολλῷ πλείους πρὸς τὴν αὐτὴν ὑμῖν ἐπαναγαγεῖν σπουδὴν, ἂν θέλητε. Εἰ δὲ τὸ θέρος προβάλλοιντο· καὶ γὰρ καὶ ταῦτα ἀκούω λεγόντων, ὅτι Σφοδρὸν τὸ πνῖγος νῦν, τὸ καῦμα ἀφόρη 51.175 τον, οὐκ ἰσχύομεν στενοχωρεῖσθαι καὶ θλίβεσθαι ἐν τῷ πλήθει, ἱδρῶτι πάντοθεν περιῤῥεόμενοι καὶ ἀχθόμενοι τῇ θέρμῃ καὶ τῇ στενοχωρίᾳ· αἰσχύνομαι μὲν ὑπὲρ αὐτῶν, πιστεύσατε· γυναικώδεις γὰρ αἱ σκήψεις, μᾶλλον δὲ οὐδὲ ἐκείναις πρὸς συγγνώμην ἀρκοῦσαι αἱ προφάσεις, αἷς μαλακώτερα τὰ σώματα, καὶ ἀσθενεστέρα ἡ φύσις. Πλὴν εἰ καὶ αἰσχρὸν τὸ ἀποκρίνασθαι πρὸς τὴν τοιαύτην ἀπολογίαν, ἀλλ' ἀναγκαῖον ὅμως. Εἰ γὰρ ἐκεῖνοι τοιαῦτα προφασίζονται, καὶ οὐκ ἐρυθριῶσι, πολλῷ μᾶλλον ἡμᾶς οὐκ αἰσχύνεσθαι χρὴ πρὸς ταῦτα ἀντιλέγοντας. Τί οὖν εἴποιμι τοῖς ταῦτα προβαλλομένοις; Τῶν τριῶν παίδων ἀναμνῆσαι αὐτοὺς βούλομαι τῶν ἐν τῇ καμίνῳ καὶ ἐν τῇ φλογὶ, οἳ πανταχόθεν αὐτοῖς περιτρέχον τὸ πῦρ ὁρῶντες, καὶ τῷ στόματι καὶ τοῖς ὀφθαλμοῖς, καὶ αὐτῇ περικεχυμένον τῇ ἀναπνοῇ, οὐκ ἐπαύσαντο τὸν ἱερὸν καὶ μυστικὸν ἐκεῖνον ὕμνον ᾄδοντες τῷ Θεῷ μετὰ τῆς κτίσεως, ἀλλὰ τῶν ἐν λειμῶνι διατριβόντων, ἐν μέσῃ τότε ἑστῶτες τῇ πυρᾷ, προθυμότερον τὴν εὐφημίαν τῷ κοινῷ τῶν ὅλων ἀνέπεμπον ∆εσπότῃ· καὶ μετὰ τῶν τριῶν παίδων τούτων, τῶν λεόντων αὐτοῖς τῶν ἐν Βαβυλῶνι, καὶ τοῦ ∆ανιὴλ καὶ τοῦ λάκκου· οὐχὶ δὲ τούτου μόνου, ἀλλὰ καὶ ἑτέρου λάκκου καὶ προφήτου, καὶ βορβόρου μέχρι τραχήλου τὸν Ἱερεμίαν ἀποπνίγοντος ἀναμνησθῆναι πάλιν αὐτοὺς ἀξιῶ. Καὶ ἀπὸ τῶν λάκκων ἀναβὰς, εἰσαγαγεῖν εἰς τὸ δεσμωτήριον βούλομαι τούτους τοὺς τὸ καῦμα προβαλλομένους, καὶ δεῖξαι τὸν Παῦλον ἐκεῖ καὶ τὸν Σίλαν τῷ ξύλῳ προσδεδεμένους, μωλώπων γέμοντας καὶ τραυμάτων, τῷ πλήθει τῶν πληγῶν ἅπαν καταξανθέντας τὸ σῶμα, ἐν μέσῃ τῇ νυκτὶ τὸν Θεὸν ὑμνοῦντας, καὶ τὴν ἱερὰν ἐκείνην παννυχίδα ἐπιτελοῦντας. Πῶς γὰρ οὐκ ἄτοπον τοὺς μὲν ἁγίους ἐκείνους, ἐν καμίνῳ, καὶ πυρὶ, καὶ λάκκῳ, καὶ θηρίοις, καὶ βορβόρῳ, καὶ δεσμωτηρίῳ, καὶ ξύλῳ, καὶ πληγαῖς, καὶ φυλακαῖς, καὶ τοῖς ἀφορήτοις ὄντας δεινοῖς, μηδὲν τούτων αἰτιᾶσθαι πώποτε, ἀλλὰ μετὰ πολλοῦ τοῦ τόνου καὶ προθυμίᾳ ζεούσῃ εὐχαῖς καὶ ὕμνοις ἱεροῖς ἐνδιατρίβειν διηνεκῶς, ἡμᾶς δὲ οὐ μικρὸν, οὐ μέγα τῶν ἀπηριθμημένων ὑπομείναντας παθῶν, διὰ καῦμα, καὶ θέρμην βραχεῖαν καὶ ἱδρῶτα, τῆς οἰκείας αὐτῶν ἀμελεῖν σωτηρίας, καὶ τὰς συνάξεις ἀφέντας ἕξω πλανᾶσθαι, συλλόγοις προσφθειρομένους οὐδὲν ἔχουσιν ὑγιές; Τοσαύτη δρόσος τῶν θείων λογίων, καὶ καῦμα προβάλλῃ; Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, φησὶν ὁ Χριστὸς, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· καὶ πάλιν, Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Πηγὰς ἔχων, εἰπέ μοι, καὶ ποταμοὺς πνευματικοὺς, καῦμα δέδοικας αἰσθητόν; ἐπὶ δὲ τῆς ἀγορᾶς, εἰπέ μοι, ἔνθα τοσοῦτος θόρυβος καὶ στενοχωρία καὶ πολὺς ὁ καύσων, πῶς οὐ προβάλλῃ πνῖγος καὶ θέρμην; Οὐ γὰρ δὴ τοῦτο ἔχεις ἂν εἰπεῖν, ὅτι ἐκεῖ μὲν ψυχροτέρας τῆς τοῦ ἀέρος φύσεως ἔστιν ἀπολαύειν, ἐνταῦθα δὲ ἅπαν ἡμῖν συνῆκται τὸ πνῖγος, ἀλλὰ πᾶν τοὐναντίον, ἐνταῦθα μὲν καὶ ἀπὸ τῆς ὑποκειμένης πλακὸς, καὶ ἀπὸ τῆς ἄλλης τοῦ οἴκου κατασκευῆς (καὶ γὰρ εἰς ὕψος ἀνέστηκεν ἄφατον) κουφότερος καὶ ψυχρότερος ὁ ἀήρ· ἐκεῖ δὲ πολὺς μὲν ἥλιος πανταχοῦ, πολλὴ δὲ ἡ στενοχωρία καὶ καπνὸς καὶ κόνις, καὶ ἕτερα πολλῷ πλείονα τούτων ἐπιτείνοντα τὴν ἀηδίαν. Ὅθεν δῆλον, ὅτι ῥᾳθυ 51.176 μίας καὶ ψυχῆς ἀναπεπτωκυίας καὶ τῆς τοῦ Πνεύματος φλογὸς ἀπεστερημένης αὗται αἱ προφάσεις αἱ ἄλογοι.