3
ἐπηρμένου καθήμενος ἐν φάτνῃ τίθεται, ὁ ἀναφὴς, καὶ ἁπλοῦς, καὶ ἀσύνθετος, καὶ ἀσώματος χερσὶν ἀνθρωπίναις ἑλίσσεται, ὁ τὰ τῆς ἁμαρτίας διασπῶν δεσμὰ σπαργάνοις ἐμπλέκεται, ἐπειδὴ τοῦτο θέλει. Θέλει γὰρ τὴν ἀτιμίαν ποιῆσαι τιμὴν, τὴν ἀδοξίαν ἐνδῦσαι δόξαν, τὸν τῆς ὕβρεως ὅρον, ἀρετῆς δεῖξαι τρόπον. Ὅθεν ὑπέρχεται τὸ ἐμὸν σῶμα, ἵνα ἐγὼ χωρήσω τὸν αὐτοῦ Λόγον· καὶ λαβὼν τὴν ἐμὴν σάρκα, δίδωσί μοι τὸ ἑαυτοῦ Πνεῦμα, ἵνα διδοὺς καὶ λαμβάνων θησαυρόν μοι ζωῆς ἐμπορεύσηται. Λαμβάνει μου τὴν σάρκα, ἵνα με ἁγιάσῃ· δίδωσί μοι τὸ Πνεῦμα αὐτοῦ, ἵνα με διασώσῃ. Ἀλλὰ τί εἴπω, καὶ τί λαλήσω; Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Οὐκέτι λέγεται ὡς γενησόμενον, ἀλλὰ θαυμάζεται ὡς πεπραγμένον. Παρὰ Ἰουδαίοις ἐπέπρακτο, παρ' οἷς καὶ ἐλέγετο, ὑφ' ἡμῶν δὲ πιστεύεται, παρ' οἷς οὐδὲ ὠνομάζετο. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Τὸ μὲν γράμμα τῆς συναγωγῆς, τὸ δὲ κτῆμα τῆς Ἐκκλησίας. Ἐκείνη τὸ δίπτυχον εὗρεν, αὕτη τὸν μαργαρίτην ἐφεῦρεν· ἐκείνη τὸ ἔριον ἔβαψεν, αὕτη τὴν ἁλουργίδα ἐνεδύσατο. Ἡ Ἰουδαία γὰρ αὐτὸν ἔτεκε, καὶ ἡ οἰκουμένη αὐτὸν ὑπεδέξατο. Ἡ συναγωγὴ αὐτὸν ἔθρεψε, καὶ ἐτιθηνήσατο, καὶ ἡ Ἐκκλησία κατέσχε καὶ ἐκαρπώσατο. Παρ' ἐκείνῃ τὸ κλῆμα τῆς ἀμπέλου, καὶ παρ' ἐμοὶ ὁ βότρυς τῆς ἀληθείας. Ἐκείνη τὸν βότρυν ἐτρύγησε, καὶ τὰ ἔθνη τὸ μυστικὸν πίνει πόμα. Ἐκείνη τὸν κόκκον τοῦ σίτου ἐν τῇ Ἰουδαίᾳ ἔσπειρε, καὶ τὰ ἔθνη τῇ δρεπάνῃ τῆς πίστεως τὸν ἄσταχυν ἐθέρισε.
Τὰ ἔθνη τὸ ῥόδον εὐσεβῶς ἀπέκειρε, καὶ Ἰουδαίοις ἡ ἄκανθα τῆς ἀπιστίας ἀπέμεινεν· ὁ νεοττὸς ἀπέπτη, καὶ παρακάθηνται οἱ ἄφρονες τῇ καλιᾷ· τὴν φυλλάδα τοῦ γράμματος οἱ Ἰουδαῖοι ἑρμηνεύουσι, καὶ τὸν καρπὸν τοῦ Πνεύματος τὰ ἔθνη δρέπονται· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται. Εἰπέ μοι, ὦ Ἰουδαῖε, εἰπέ μοι λοιπὸν, τίνα ἔτεκε; Θάῤῥησόν μοι, κἂν ὡς τῷ Ἡρώδῃ. Ἀλλ' οὐ θαῤῥεῖς. Οἶδα διὰ τί· διὰ τὴν ἐπιβουλήν. Ἐκείνῳ γὰρ εἶπας, ἵνα αὐτὸν ἀνέλῃ· ἐμοὶ δὲ οὐ λέγεις, ἵνα μὴ αὐτὸν προσκυνήσω. Τίνα δὲ ἔτεκε; Τίνα; Τὸν ∆εσπότην τῆς φύσεως. Κἂν γὰρ σὺ σιωπᾷς, ἡ φύσις βοᾷ· ἔτεκε γὰρ, ὡς ὁ τεχθεὶς τεχθῆναι ἠθέλησεν. Οὐ γὰρ ὑπὸ τῆς φύσεως ἐπετρέπετο, ἀλλ' ὡς ∆εσπότης τῆς φύσεως ξένον τῆς γεννήσεως εἰσήγαγε τρόπον, ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γενόμενος οὐχ ὡς ἄνθρωπος τίκτεται, ἀλλ' ὡς Θεὸς γεννᾶται. Ἐκ παρθένου οὖν σήμερον προῆλθε νικησάσης φύσιν, ὑπερβάσης γάμον. Ἔπρεπε γὰρ τῷ τῆς ἁγιοσύνης πρυτάνει ἐκ καθαρῶν καὶ ἁγίων προελθεῖν τόκων. Αὐτὸς γάρ ἐστιν ὁ πάλαι ἐκ παρθένου γῆς τὸν Ἀδὰμ πλάσας, ἀπὸ δὲ τοῦ Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα μορφώσας. Ὥσπερ γὰρ ὁ Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα ἤνεγκεν, οὕτω καὶ σήμερον ἡ παρθένος ἄνευ ἀνδρὸς ἄνδρα ἔτεκεν. Ἄνθρωπος γάρ ἐστι, φησὶ, καὶ τίς γνώσεται αὐτόν;
Ἐπειδὴ γὰρ ἐχρεώστει τὸ γυναικεῖον γένος τοῖς ἀνθρώποις τὴν χάριν, ὡς τοῦ Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα βλαστήσαντος, διὰ 56.390 τοῦτο σήμερον ἔτεκεν ἡ παρθένος ἄνευ ἀνδρὸς, ὑπὲρ τῆς Εὔας ἐκτιννύουσα τοῖς ἀνδράσι τὸ χρέος. Ἵνα γὰρ μὴ μέγα φρονήσῃ ὁ Ἀδὰμ, ἄνευ γυναικὸς γυναῖκα βλαστήσας, διὰ τοῦτο καὶ ἡ παρθένος ἄνευ ἀνδρὸς ἄνδρα ἔτεκεν, ἵνα τῷ κοινῷ τοῦ θαύματος τὸ ὁμότιμον δείξῃ τῆς φύσεως. Ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀδὰμ τὴν πλευρὰν ἀφεῖλε, καὶ τὸν Ἀδὰμ οὐκ ἐμείωσεν οὐδέν· οὕτω καὶ ἐν τῇ παρθένῳ καὶ τὸν ἔμψυχον ἔπλασε ναὸν, καὶ τὴν παρθενίαν οὐκ ἔλυσεν. Σῶος ἔμεινεν ὁ Ἀδὰμ καὶ μετὰ τὴν ἀφαίρεσιν τῆς πλευρᾶς· ἄφθορος ἔμεινε καὶ ἡ παρθένος μετὰ τὴν πρόοδον τοῦ βρέφους. ∆ιὰ τοῦτο δὲ οὐκ ἀλλαχόθεν ἑαυτῷ ναὸν κατεσκευάσατο, οὐδὲ ἄλλο σῶμα πλάσας ἐνεδύσατο, ἵνα μὴ δόξῃ τὸ τοῦ Ἀδὰμ ἐνυβρίζειν φύραμα. Ἐπειδὴ γὰρ ἀπατηθεὶς ὁ ἄνθρωπος ὄργανον γέγονε τοῦ διαβόλου, διὰ τοῦτο αὐτὸν τὸν ὑποσκελισθέντα ἔμψυχον ἀνελάμβανε ναὸν, ἵνα διὰ τὴν πρὸς τὸν πεποιηκότα συνάφειαν ἐκ τῆς τοῦ διαβόλου αὐτὸν ἀποστήσῃ συνηθείας. Ὅμως καὶ ἄνθρωπος γινόμενος οὐχ ὡς ἄνθρωπος τίκτεται, ἀλλ' ὡς Θεὸς γεννᾶται. Εἰ γὰρ ἐκ κοινῶν γάμων προῆλθεν, ὥσπερ ἐγὼ, ψεῦδος τοῖς