1

 2

 3

3

μῦρον κατὰ τῆς φοβερᾶς αὐτοῦ κεφαλῆς ἐκχεόμενον εἶδες καὶ τῆς φιλοτιμίας τοῦ γυναίου καταγινώσκων ἐβόας· «εἰς τί ἡ ἀπώλεια αὕτη;» «διατί τοῦτο τὸ μῦρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;» καὶ τὸ μὲν μῦρον τὸ ἐκ διαφόρων εἰδῶν κατασκευαζόμενον καὶ ἐν τέχνῃ τινὶ μυρεψούμενον τριακοσίων διετίμησας δηναρίων, τὸ δὲ ἀληθινὸν μῦρον τὸ ὀσφραῖνον νεκροὺς τὴν ἀνάστασιν τριάκοντα δηναρίων πιπράσκεις; οὐκ οἶδας τί πωλεῖς, Ἰούδα. ἐσκότωσέ σε τῆς φιλαργυρίας ἡ μέθη. πότε δὲ ἔγνως δεσπότην παρὰ δούλου πωλούμενον, πότε δὲ ἔμαθες πιπράσκειν φῶς καὶ ἀγοράζειν σκότος; ἱνατί δὲ τῆς ἀγάπης ἐνύβρισας τὸ γνώρισμα, ἱνατί δὲ φιλήματι τὴν προδοσίαν ἐργάζῃ; καλῶς σε στηλιτεύων πόρρωθεν ὁ προφήτης 340 ἐβόα· «οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος·» «ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον»· καὶ κατεφίλεις τὸν δεσπότην σου. πρόσελθε, φίλησον· ἀνέχεται ὁ σωτὴρ μακροθύμως, οὐ τὸ δυσῶδες τοῦ σοῦ φιλήματος ἀποστρεφόμενος, ἀλλ' ἣν ἔδωκέ σοι ἐκ τῶν σῶν χειλέων ἀνακαλούμενος χρεωφειλήματος χάριν.

ὦ πόσον ἡ φιλαργυρία δεινόν. διὰ ταύτης ὁ μαθητὴς ἀποστολικῆς ἀπορραγεὶς σειρᾶς, τοῦ πνιγμοῦ τὸ σχοινίον κληρονομεῖ καὶ ἄξιον δεικνύει τῆς ἀγχόνης τὸν λαιμόν, δι' οὗ προῆλθε τῆς προδοσίας τὰ ῥήματα. ὦ πηλίκον νῆψις ἀγαθόν. διὰ ταύτης γὰρ ὁ λῃστὴς ἐπήδησεν ἀπὸ σταυροῦ εἰς παράδεισον· ὡς γὰρ εἶδε τὸν δεσπότην ἐν μέσῳ κρεμάμενον καὶ πᾶσαν τὴν κτίσιν κραδαινομένην τῷ φόβῳ καὶ ἥλιον μὲν ἐν χαλεπῷ κατακαλυπτόμενον πένθει, τῆς ἡμέρας δὲ τὸ φῶς ὑποφεῦγον, τὰ στοιχεῖα τὴν τάξιν ἀρνούμενα, ῥηγνυμένας τὰς πέτρας-ὡς ἅπαντα ταῦτα ἐθεάσατο, εἶτα τὸ συνειδὸς ἀναγνοὺς τὸ οἰκεῖον καὶ συλλῃστοῦ τὰς πράξεις οὐκ ἀγνοῶν, τὴν κτίσιν ὡς εἶδε τῇδε κἀκεῖσε φερομένην καὶ τρέμουσαν, τὸν ἐν μέσῳ δεσπότην τῶν τρεμόντων ἐγνώρισε καὶ γνωρίσας εὐθὺς ἀνεβόησε· «μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» ὄντως γοργὸς ὁ λῃστὴς τῆς ἑνδεκάτης ὥρας ἐργάτης· ὅλον γὰρ τὸ τῆς ἡμέρας τοῦ βίου ἀνεπλήρωσεν ἔργον, ᾗ ἐμισθώθη ὥρᾳ προθύμως εἰργάσατο. οὐκ ὤκλασε τῇ πίστει, οὐκ ἀπεῖδεν εἰς τὰς ὕβρεις, εἰς τὰς πληγὰς οὐκ ἀπέβληψε, τὰ τῶν Ἰουδαίων ὀνείδη παρεκρούσατο, ἔλαβε τὴν κτίσιν διδάσκαλον καὶ τὸν τῆς κτίσεως δεσπότην γνωρίσας ἀξίαν ἔδωκε τὴν προσκύνησιν.

Τί οὖν πρὸς ταῦτα ὁ τῶν μισθῶν ἀποδότης, ὁ φιλότιμος ἐν ταῖς εὐεργεσίαις Χριστός; τοῦ λῃστοῦ τὸ μέλλον ζητήσαντος αὐτὸς ἀνυπέρθετον τὴν χάριν ἐπέδειξεν· ἐκείνου γὰρ εἰρηκότος· «μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», ὁ δεσπότης εὐθὺς ἀπεκρίνατο λέγων· «ἀμήν, λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παρα 341 δείσῳ.» ἀληθὴς ἡ λέγουσα γραφή· «ἔτι λαλοῦντός σου ἐρῶ· ἰδοὺ πάρειμι.» αὐτῷ τῷ Χριστῷ ἡ δόξα σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.