3
λαλούσης ἐμοῦ, ἅπτεται, κἂν ἀφέστηκα· οἶδεν, ὅτι πάντως ὡς ἀναξία τὴν θέαν οὐκ ἤνεγκα. Τί οὖν; Λανθάνουσαν ποιήσομαι πρόσοδον, 59.577 καὶ τῇ γνώμῃ τιμῶσα, καὶ οὐ καθυβρίζουσα τῇ ὄψει, κατόπιν ἅψομαι τοῦ χιτῶνος ἐλθοῦσα· ἀρκεῖ μοι καὶ τοῦτο μόνον, ἂν ἐπιτύχω, πρὸς ἴασιν· πάντως γάρ που καὶ αὐτὸς τῆς τοῦ φοροῦντος ἐνεργείας πεπλήρωται. Οὐ δύναται γὰρ τὸ τῆς ζωῆς περιβόλαιον μὴ καὶ αὐτὸ σωτηρίας ἀποπέμπειν ἀκτῖνας.
Μέγας ἦν ἐν προφήταις Μωϋσῆς, καὶ λαοῦ δυσκόλου σωφρονιστὴς, ἀλλ' ὅμως ἄνθρωπος· οὗτος δεσπότης ἐκείνου, καὶ φιλάνθρωπος. Εἰ οὖν τοῦ δούλου ἡ ῥάβδος τὴν Ἐρυθρὰν διέτεμε θάλασσαν, τειχοποιίαν ἐργασαμένη ἐν τοῖς ὕδασι, πῶς οὐκ ἂν τοῦ ∆εσπότου τὸ κράσπεδον πετρώσῃ τῶν αἱμάτων τὰ ῥεύματα; Ζηλωτὴς ὁ Ἠλίας, καὶ θερμὸς τοῦ Θεοῦ ὑπηρέτης, ἀλλὰ καὶ αὐτὸς εἷς ὑπῆρχε τῆς φύσεως, καὶ ὅμως μηλωτὴν εἶχε θαυμάτων ἐργάτιν. Αὖθις Ἐλισσαῖος κληρονομήσας μετὰ προσθήκης τοῦ διδασκάλου τὴν χάριν, ἐχαλίνου τῇ μηλωτῇ τοῦ Ἰορδάνου τὰ ῥεῖθρα. Εἰ οὖν τοσαύτη παρὰ τοῖς προφήταις ἡ χάρις, πόση ἔσται τοῦ παρ' αὐτῶν προφητευομένου ἡ δύναμις; Τί συντόμως οὐ λέγω; Πέτρου ἡ σκιὰ θεραπεύει· καὶ τὸ τοῦ Χριστοῦ ἱμάτιον οὐκ ἰάσεται; Αἰσθάνομαι, πόσον μοι καὶ τὸ βουλεύσασθαι μόνον τὴν τρέχουσαν ἐχαλίνωσε νόσον. Ὢ πίστεως, ἀναβολὴν μὴ παρασχούσης τῷ πάθει! Ἐπίστευσε γὰρ μόνον, καὶ τὸ πολεμοῦν ἐδραπέτευεν· ἐπίστευσε, καὶ τὸ φιλόνεικον οὐκ ἀντεῖπε θηρίον· ἐπίστευσε, καὶ ἡ τῶν αἱμάτων ἀένναος ἐξηράνθη πηγὴ, καθάπερ ὑπό τινος ἀοράτου τυφλωθεῖσα καυτῆρος. Ἀλλ' ἡ μὲν ἱματίου καθήπτετο, καὶ τοῖς ἔξωθεν παρήγγιζεν· ὁ δὲ τοὺς ἔνδοθεν λογισμοὺς ἐπεγίνωσκεν. Ἐκείνη μὲν ἀφανῶς τῷ σώματι τὴν θεραπείαν ἐξήντλησεν· ὁ Σωτὴρ δὲ αὐτῆς τὸ ψυχικὸν ἐδημοσίευσε κάλλος· οὐκ εἴασε γὰρ τοιαύτην εὐσεβείας ἀθριάμβευτον ὡραιότητα· οὐκ ἀφῆκε δικαιοσύνης σπινθῆρα λήθης παραδοθῆναι νυκτί. Ἐχαρίσατο τῷ βίῳ ἡ τῶν Εὐαγγελίων διήγησις, μιᾶς γυναικὸς πίστιν, Θεὸν καλῶς συλησάσης τῇ ἀδιστάκτῳ γνώμῃ. Τίς ἡ διὰ κλοπὴν ὡς πίστει τιμωμένη; Προέλαβε τὸν λῃστὴν ἡ πίστις τῆς γυναικός· πρὸ τῆς ἐκείνου γλώσσης ἡ ταύτης 59.578 εὐφημεῖται παλάμη· πρὶν ἐκεῖνος φωνῇ συλήσῃ τὸν παράδεισον, ἐλῄστευσεν αὕτη τῆς βασιλείας τὸν χορηγὸν τῇ σιωπῇ.
Γνοὺς γὰρ, φησὶν, ὁ Ἰησοῦς τὴν ἐξελθοῦσαν δύναμιν ἐξ αὐτοῦ, ἐπηρώτα τοὺς μαθητὰς, τίς μου ἥψατο; πῶς οὐκ ἔγνωτε τὴν κλοπήν; πῶς ἠγνοήσατε τὴν λῃστείαν; τίς μου ἥψατο; τίς νόσου ἐκ τῶν ἐμῶν θησαυρῶν ὑγείαν ἐπλούτησε; τίς μου ἥψατο; Τί λέγεις, ὦ ∆έσποτα; σὺ δέδωκας, καὶ τὴν δεξαμένην οὐκ οἶδας; τὴν πίστιν εἶδες, καὶ τὴν πιστεύουσαν οὐκ ἐγνώρισας; τὴν λανθάνουσαν κατενόησας γνώμην, καὶ τὴν φαινομένην οὐκ ἐσκόπησας ὄψιν; Τίς μου ἥψατο; Τίς σου ἥψατο; τίνι τὸ φάρμακον τῆς ἐνεργείας ἐπέθηκας; τίνι τὴν ἴασιν ἐξέπεμψας, ∆έσποτα; Τὸ πάθος ἐδίωξας, καὶ τὴν σωθεῖσαν ἠγνόησας; Τίς μου ἥψατο; τίς με τῇ διανοίᾳ πρὸ τῶν χειρῶν ἐψηλάφησε, τίς μου κατέσχε λογισμὸς τὴν θεότητα; τίς ὁ δίκαιος οὗτος τῆς ἐμῆς ἐνεργείας λῃστής; τίς αὐτοῦ τῆς ἐσβεσμένης σωτηρίας τὸν λύχνον ὑπανῆψεν ἐκ τῆς ἐμῆς λαμπάδος; Τίς μου ἥψατο; Ἢ μάθω παρ' ὑμῶν, ἢ διδάσκω. Ἐβουλόμην πρὸς τὸ τῆς ὑποθέσεως πέρας δραμεῖν· ὁ καιρὸς δὲ λοιπὸν ἑτέραν τῷ θαύματι φυλάττει διδασκαλίας ἡμέραν. Εἰ γὰρ ἐκείνη δωδεκαέτη χρόνον πολεμηθεῖσα τῷ πάθει, τὸν τῆς ὑπομονῆς οὐκ ἐξέλυσε τόνον, ἡμεῖς ἄλλην μίαν ἡμέραν τοῖς μακροῖς ἀγῶσι τῆς γυναικὸς οὐκ ἐναπομείνωμεν; ἧς τὴν πίστιν καὶ ὁ τῶν μαρτύρων δῆμος ἐζήλωσεν, οὐ δεσποτικῶν κρασπέδων ἁψάμενοι, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα διὰ Χριστὸν ἐκδυσάμενοι. Καὶ ἡμεῖς τοίνυν, ἀγαπητοὶ, πρὸς ζῆλον τῆς ὁμοίας πίστεως τὰς ἡμετέρας διαναστήσωμεν γνώμας· μὴ γενώμεθα χείρους μιᾶς γυναικὸς ἀλλοφύλου, εἰ εἰς εὐσέβειαν πλέον ἡμεῖς ἢ ἐκείνη ἀπελαύσαμεν θέας. Ἐκείνη μόνον ἤρκεσεν ἅπαξ ἱματίου καθάψασθαι· ἡμεῖς δὲ καθ' ἑκάστην, ὡς ἴστε, τὸ τοῦ Σωτῆρος σῶμα