3
καταλείψω, κολοβὸν καταλιμπάνω τὴν οἰκονομίαν· δεῖ με πάντα πληρῶσαι, ἵνα μετὰ ταῦτα γράψῃ Παῦλος· Πλήρωμα νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες, Ἰωάννη, τὴν τοῦ 50.808 ὕδατος φύσιν ἁγιασθῆναι· δεῖ με πάντα πληρῶσαι. Εἰ μὴ ἐγὼ ὑπὸ σοῦ βαπτισθῆναι, οὐ καταδέξεται βασιλεὺς ὑπὸ ἱερέως πτωχοῦ βαπτισθῆναι. Ἄφες ἄρτι, ἄφες ἄνωθεν τὸν Πατέρα ἐπιβοῆσαι, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἵνα μὴ ἄρχωνται οἱ Ἰουδαῖοι λέγειν υἱὸν τοῦ τέκτονος, ἀλλὰ τοῦ ἐπουρανίου Πατρός. Ἄφες ἄρτι· μὴ ἀντίβαινε τῷ Ἀδάμ· δεύτερος Ἀδὰμ γέγονα, τὸν ἐκείνου ῥύπον τῶν πλημ-μελημάτων ἐκπλῦναι θέλων· εἰ μὴ ἐγὼ βαπτισθῶ, πῶς ἐκεῖνος καθαρισθήσεται; ∆ιὰ γὰρ τοῦτο καὶ τριάκοντα ἐτῶν βαπτίζομαι, τὸν ἐκείνου χρόνον ἐκδεχόμενος, ἵνα τῷ ἐκείνου τὸ ἐμὸν κυρωθῇ. Ἄφες ἄρτι, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Καὶ ἦν ἰδεῖν θεωρίαν φρικώδη. Ἥψατο μὲν τῆς κορυφῆς τοῦ ∆εσπότου σύντρομος ὁ Ἰωάννης· ἄνωθεν δὲ οὐρανῶν ἀνοιχθέντων, κατ-εσκόπουν ἄγγελοι τὸ γενόμενον· Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τῇ τοῦ ∆εσπότου κεφαλῇ προσφοιτῶσα, τὴν τοῦ Ἰωάννου δεξιὰν παρωθεῖτο.
Εἱστήκει δὲ τὸ πλῆθος ἀπορούμενον ἐπὶ πλέον, καὶ τὸ, Τίς ἐστιν οὗτος; πρὸς ἀλλήλους λαλοῦν. Εἶτα ὡς ἀποκρινάμενος τοῖς πλήθεσι, Τίς ἐστιν οὗτος; πρὸς ἀλλήλους ζητοῦσιν, ἐβόησεν ὁ Πατὴρ, λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. Βοᾷ τὴν εἰς τὸν Υἱὸν ὁ γεννήτωρ φιλοστοργίαν, ἵνα μάθῃς τὴν τοῦ Κτίστου περὶ τὸν κόσμον διάθεσιν, ὅτι τοιοῦτον ὑπὲρ τῶν τοιούτων δούλων Υἱὸν ἀπέδωκεν, ὑπὲρ μισουμένων τὸν ποθούμενον, ὑπὲρ ἁμαρτωλῶν τὸν ἀναμάρτητον, ὑπὲρ ἀδόξων τὸν ἔνδοξον. ∆οξάσωμεν οὖν τὸν ἐπιφανέντα ∆εσπότην σὺν τῷ Πατρὶ, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.