1

 2

 3

 4

 5

3

διὰ μό νην δὲ τὴν σὴν χάριν εὔπορον; ὁ οὐράνιος καὶ ἐπί γειος πρὸς τὸν ἐπίγειον μόνον; ὁ ἄνωθεν ἔχων τὴν θεότητα, κάτωθεν δὲ τὴν ἀνθρωπότητα, πρὸς τὸν 50.803 κάτωθεν μόνον βλαστήσαντα; ὁ τοσοῦτος ∆εσπότης πρὸς ἐμὲ τὸν μικρὸν οἰκέτην; Ἀλλὰ δοῦλος δεσπό την οὐκ ἐλευθεροῖ, λύχνος ἥλιον οὐ φωτίζει, πη λὸς οὐ διορθοῦται κεραμέα, πρόβατον οὐ ποιμαίνει ποιμένα, πρόδρομος οὐ σεμνύνει βασιλέα. Ποταμὸς τὴν σὴν οὐ βαστάζει θεότητα· ποταμὸς οὐ μετρεῖ, ὃν οὐρανὸς οὐ χωρεῖ· ὁ Ἰορδάνης οὐ λούει τὸν ἑαυτοῦ ποιητήν· τὸ ὕδωρ ἐπιγινώσκει τὸν πλάσαντα· τὰ ῥεύματα ταῦτα οὐκ οἶδε τὸ φῶς, κἀγὼ τολμήσω πρὸς τὴν λειτουργίαν; Ἡ ψυχή μου ἰλιγγιᾷ, ἡ χεΐρ μου τρέμουσα φοβεῖται πλησιάσαι τῷ παναγίῳ σου σώματι. Τί ποιήσω; τί διαπράξομαι; Καὶ τρέμω σε, ∆έ σποτα, καὶ ποθῶ· καὶ φεύγειν οὐ τολμῶ, καὶ προσελ θεῖν οὐ θαῤῥῶ· καὶ δοῦναι τὸ βάπτισμα φρίττω, καὶ λαβεῖν ἁγιασμὸν ἐπιποθῶ. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· ἐγώ σε προσκυνεῖν, οὐ βαπτίζειν δεδίδαγμαι· ἐγὼ μᾶλλον ὑποκλίνω τὸν ἐμὸν αὐχένα τῇ σῇ δεξιᾷ.

Εὐλόγησόν με. ὁ εὐλογῶν ἔτη δικαίων· ποίησόν με τοῖς Ἰορδανείοις ῥείθροις ἐγχορεῦσαι σή μερον, ὡς ἐποίησάς με πρώην ἐνσκιρτῆσαι τοῖς μη τρῴοις ἐμβρύοις. Ναὶ, φησὶν ὁ ∆εσπότης, ὦ βαπτι στὰ, θαυμάζω σου τὴν εὐλάβειαν, ἀλλὰ τὴν εὐπεί θειαν ἐπιζητῶ. Γέγονας τῆς ἐμῆς βασιλείας συνήγο ρος, ἀλλ' ὀφείλεις γενέσθαι καὶ τῆς ἐμῆς οἰκονομίας διάκονος· Ἦλθον ἐγὼ πρὸς σὲ, ἐπειδὴ τοῦτο συμφέ ρει σοί τε καὶ τοῖς κατὰ σέ· ἦλθον ἐγὼ πρὸς σὲ, ἵνα πάντες οἱ ἄνθρωποι παραγένωνται πρὸς ἐμέ· κατῆλ θον ἐκ τῶν οὐρανῶν, καὶ ὅλος ἐν τοῖς κόλποις εἰμὶ τοῦ Πατρὸς, ἵνα συνάψω τῷ πλάστῃ τὸ ποίημα· ἦλθον ὁ παρὼν, ἵνα ζωγρήσω τοὺς φεύγοντας· ἦλθον ὡς ἄνθρωπος, ὅπου παρήμην ὡς Θεὸς, ἵνα τοὺς ἀνθρώ πους θεοὺς ἀπεργάσωμαι· ἔλαβον ἐξ ὑμῶν μητέρα πενιχρὰν, ἵνα δυνηθῆτε μετὰ παῤῥησίας ὑμεῖς τὸν ἐμὸν Πατέρα καλεῖν· ἐτράφην ὡς βρέφος τῇ τοῦ γάλακτος τροφῇ, ἵνα τοῖς πιστοῖς τροφὴν ἐμαυτὸν παραθήσω· περιεβλήθην σπαργάνοις παιδικοῖς, ἵνα διαῤῥήξω τοὺς τῆς ἀνομίας δεσμούς· ἀνεκλίθην οὐκ ἐπὶ κλίνης βασιλικῆς, ἀλλ' ἐπὶ φάτνης εὐτελοῦς ἵνα μετὰ τὴν ἐμὴν ἐπὶ τῆς φάτνης ἀνάκλισιν μηκέτι μηδεὶς τῶν λογικῶν ὡς ἄλογος ἀλογίαν νοσῇ· ἐδεξάμην ἐν τῇ σαρκί μου περιτομὴν, ἣν ἐγὼ πρώην ἐνομοθέτησα, ἵνα τὴν ἀχειροποίητον ἐπεισάγω περιτομήν· ἀνήνεγκα τὴν νενομισμένην θυσίαν ὡς πρωτότοκος ὁ Μονογενὴς, ἵνα μεταποιήσω τὴν τοιαύτην θυσίαν, καὶ ξένην θυσίαν ἐμαυτὸν ἀπεργάσωμαι. Ἔφυγον εἰς Αἴγυπτον, ἀλλ' οὐκ ἀπέστην τοῦ εἶναι πάντων κα ταφυγή· ἐγενόμην βρέφος νέον, τέλειος ἀνὴρ, ὡς ὁρᾷς, ἵνα τὸ τέλειον τοῖς ἀτελέσι χαρίσωμαι· ἦλθον διὰ πάσης ἡλικίας, ἵνα πᾶσαν ἡλικίαν τειχίσω τῇ κατὰ μικρὸν προκοπῇ. Ἐπέβην καὶ ποταμῷ, ἵνα ποιήσω τοὺς γηγενεῖς ἐπιβαίνειν τοῦ οὐρανοῦ· καὶ δέχομαι τὸ βάπτισμα τοῦτο, ἵνα παράσχω τοῖς ἐμοῖς μαθηταῖς τῆς παλιγγενεσίας τὸ βάπτισμα. Ἀνέχομαι καταδύσεως, ὡς ἠνεσχόμην τῆς κατὰ σάρκα γεννήσεως. Ὡς νομοθέτης τιμῶ τοῦ νόμου τὰ δίκαια, ἵνα καινουργήσω τῆς χάριτος τὰ σύμβολα· ὡς ἰατρὸς ὑγιαίνων μεταλαμβάνω τοῦ φαρμάκου τῶν νοσούντων, μὴ δεόμενος τούτου, ἵνα καινότερον βοή θημα τὸ τῆς κολυμβήθρας ἐπινοήσω τοῖς κάμνουσι. Σταυρὸν διὰ τοὺς ἁμαρτωλοὺς καταδέχομαι, καὶ λου τρὸν ἀκίνδυνον παραιτήσομαι; νέκρωσιν ὑπομένειν μέλλω τριήμερον, καὶ κατάδυσιν ἄλυπον οὐ ποιήσο μαι; εἰς αὐτὸν καταβῆναι ἐπείγομαι τὸν τοῦ ᾄδου βυθὸν, καὶ ποταμοῦ ῥεῖθρον οὐ περιπτύξομαι; Βάπτισον οὖν με, τὸν μέλλοντα βαπτίζειν καὶ σώζειν τοὺς θέλοντας· βάπτισόν με τὸν μέλλοντα βεβαπτισμένην ταῖς ἁμαρτίαις τῶν ἀνθρώπων τὴν φύσιν εἰς ὕψος ἐπαίρειν οὐράνιον· βάπτισόν με ὡς ἄνθρωπον κάτω, τὸν ἄνω παρὰ τῶν ἀγγέλων ὑμνούμενον ὡς Θεόν. Γενοῦ τῶν ἐμῶν μυστηρίων ὑπηρέτης ὀξύς· μετάθες τὴν παραίτησιν εἰς πρᾶξιν ἀγαθήν· στῆσον τὴν γλῶτταν, καὶ κίνησον πρὸς τὸ ἔργον τὴν δεξιάν· ἐπίθες θαῤῥῶν τὴν χεῖρα τῇ ἐμῇ κορυφῇ, τῇ ληφθείσῃ ἀπὸ