1

 2

 3

 4

 5

 6

3

ἀναπτεροῦντα τὰς ψυχὰς τῶν νέων, καὶ τὴν εὐοψίαν τὴν εὐόλισθον, ἥτις μετὰ μικρὸν θρήνους τῷ ἀνδρὶ προξενεῖ. Μιμησώμεθα οὖν τὸν Κύριον καὶ δεσπότην τὸν δι' ἡμᾶς πτωχεύσαντα, καὶ πάντα ποιήσαντα εἰς τύπον καὶ σωτηρίαν ἡμῶν. Ἡ οὖν μακαρία Μαρία ἡ θεοτόκος ὑπὲρ πάσαν φύσιν ἀνθρωπίνην τὴν σωφροσύνην ἐφύλαξε, καὶ διὰ τοῦτο τὸν Κύριον ἐν γαστρὶ συνέλαβεν. Εἰ δὲ ἦν που τίς ἄλλη παρθένος ὑπὲρ ταύτην τὴν παρθένον τῇ σωφροσύνῃ κεκοσμημένη, πάντως ἂν αὐτὴν παραγαγὼν ὁ Κύριος εἰς αὐτὴν ἐνῴκει. Ἐπειδὴ οὖν αὐτὸς ἦν ὁ ἀμνὸς ὁ θυόμενος ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ὁ ἀμνὸς ὁ ἄμωμος καθὼς καὶ Ἰωάννης ἀμνὸν αὐτὸν ἐκελάδει, οὐ χρεία ἦν ἀμνοῦ ἑτέρου. Ἀληθῆ γὰρ τὰ Παύλου ῥήματα· "ἀδύνατον γάρ", φησιν, "αἷμα τράγων καὶ ταύρων ἀφελεῖν ἁμαρτίας". Περὶ δὲ τῆς τοῦ ἀμνοῦ σφαγῆς οὕτως βοᾷ ὁ συγκορυφαῖος τοῦ Παύλου Πέτρος λέγων· "Οὗ τῷ μώλωπι αὐτοῦ ἰάθημεν". Ἐπεὶ οὖν αὐτὸς ἦν ἀμνὸς ὃν διὰ τῶν γραμμάτων προετύπου ὁ νόμος, τίς χρεία ἀμνοῦ ἑτέρου αὐτοῦ τοῦ ἀληθινοῦ εὑρισκομένου. Τίνα οὖν δέοι λαβεῖν τὰς δύο † διαθήκας †; τὴν μὲν γὰρ μίαν προστάττει ὁ νόμος εἰς ὁλοκαύτωσιν προσφέρεσθαι, τὴν δὲ ἑτέραν ὑπὲρ ἁμαρτιῶν. Εἰ δὲ βούλεσθε, μετενέγκωμεν αὐτὸ εἰς τὸ τῆς οἰκονομίας μυστήριον. Ἀληθῶς γὰρ ἐσταυρώθη ὁ τοῦ θεοῦ λόγος, ἐν τῇ οἰκείᾳ σαρκὶ τὰς διατρήσεις λαμβάνων τῶν ἥλων καὶ θυόμενος, κατὰ δὲ τὴν θεότητα τὴν ἄφεσιν τῶν πταισμάτων τοῖς πᾶσι χαριζόμενος. Εἰ δέ τις ἀμφιβάλλοι ὅτι εἶπον· Ὁ θεὸς ἐσταύρωται ἐν σαρκὶ, ἐγὼ οἶδα τὸν ἐπὶ τοῦ σταυροῦ τὸν ἥλιον σκοτίσαντα, καὶ τοὺς νεκροὺς ἐγείραντα ἐκ 66 τῶν μνημάτων, καὶ αὐτοῦ νεκρουμένου τὸ καταπέτασμα σχιζόμενον καὶ τὴν πλευρὰν νυττομένου, καὶ τὴν κεφαλὴν κλίναντος, τὸν θάνατον ἀπολλύμενον, τὰς διατρήσεις τῶν ἥλων λαβόντα, καὶ τὸν ἑκατόνταρχον βοῶντα· "̓Αληθῶς υἱὸς θεοῦ ἐστὶν οὗτος". Ποῦ εἰσὶν οἱ αἱρετικοὶ οἱ λέγοντες ὅτι οὐκ ἐσταυρώθη ὁ υἱὸς τοῦ θεοῦ; ὁ ἄπιστος πιστεύει, καὶ οἱ δοκοῦντες πιστεύειν ἀπιστοῦσι τὴν περὶ αὐτῶν οἰκονομίαν, μᾶλλον δὲ τὴν ὑπὲρ ὅλου τοῦ κόσμου γενομένην ἀθετοῦσιν. Ἐλευσώμεθα δὴ πρὸς τὸν Συμεὼν τὸν τοσούτῳ πόθῳ κρατούμενον εἰς τὴν τοῦ Κυρίου ἀγάπην, οὗ θεωρήσασα τὸ θερμὸν τῆς πίστεως ἡ τοῦ πνεύματος χάρις διεβεβαιώσατο αὐτὸν "μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν Κυρίου". Καὶ γὰρ δοκεῖ μοι θεωρεῖν αὐτὸν καθεζόμενον ἐν Ἱερουσαλὴμ καὶ ἀναμένοντα τὸν Κύριον Ἰησοῦν τὸν αὐτῷ προσδοκώμενον. Καὶ †ἀναβαίνοντα† εἰς Ἱεροσόλυμα τῆς τε παναγίας παρθένου καὶ τοῦ ταύτης υἱοῦ καὶ θεοῦ ἡμῶν, νυχθεὶς ὁ Συμεὼν ὑπὸ τῆς τοῦ πνεύματος χάριτος ὅτι ὅντινα ζητεῖ ἐν τῷ ἱερῷ ἐστίν, ἀναστὰς ἔτρεχεν ἐπὶ τὸ ἱερόν. Καὶ ὅρα μοι αὐτόν, ἀγαπητέ, τὰς χεῖρας προπέμποντα καὶ ὅλον ἑαυτὸν ἐκδιδόντα πρὸς δρόμον. Ἦν γὰρ ἰδεῖν γέροντα ἀγωνιῶντα καὶ τοὺς πόδας καταναγκαζομένους τοῦ τρέχειν καὶ μὴ δυναμένους κατακολουθεῖν τῇ προθυμίᾳ τῆς ψυχῆς· καὶ ἐπληροῦτο ἐν αὐτῷ τὸ λόγιον τὸ φάσκον. "Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου", "Καὶ ἦλθε", φησίν, "ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ τοὺς γονεῖς εἰσαγαγεῖν τὸ παιδίον εἰς τὸ ἱερὸν τοῦ ποιῆσαι †αὐτοῖς† κατὰ τὸ εἰθίσμενον τῷ νόμῳ, καὶ αὐτὸς" δραμὼν ἐπεσπάσατο αὐτὸν, πρὸς ἑαυτὸν δὲ "δεξάμενος εἰς τὰς ἀγκάλας αὐτοῦ" ἀνεφώνησε λέγων "Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ". Πορεύομαι γὰρ ἀπὸ τοῦ νῦν τοῖς εἰς τὸν ᾅδην εὐαγγελίσασθαι ὅτι ἐτέχθη ὁ τὸν θάνατον λύων.

Καὶ πῶς ἐτόλμησας, ὢ Συμεών, θεὸν βαστάσαι, ὃν τὰ Χερουβὶμ τρέμει; εἰκότως 68 φησί· "∆ιὰ τοῦτο ἐνηνθρώπησεν, οὐχ ἵνα μόνον ὑπ' ἐμοῦ βασταχθῇ, ἀλλ' ἵνα καὶ ὑπὲρ ἐμοῦ σταυρωθῇ. Πορεύομαι δὲ δεῖξαι τοῖς ἐν ᾅδῃ τὰς ἐμὰς ἀγκάλας μαρτυρούσας τοῖς ἐμοῖς λόγοις διὰ τῶν πραγμάτων καὶ ἀσφαλῆ τὰ εὐαγγέλια βεβαιῶν. Οὐκ ἔτι δειλιῶ τὸν θάνατον, νῦν γὰρ μετὰ χαρᾶς πορεύομαι, ἐμοῖς