1

 2

 3

 4

 5

 6

3

τὰ σύνδουλα τῶν σωμάτων τὴν κακίαν ἐπιδεικνύμενον, ἀλλ' εἰς τὴν δόξαν τὴν δεσποτικὴν τὸν ἰὸν τῆς πονηρίας ἐκχέον. ∆ι' ὑμᾶς γάρ, φησί, τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. ∆ιὰ τοῦτο αὐτόν, ὥσπερ ἐξ ἱερᾶς πατρίδος, τῆς οἰκουμένης ἀπήλασεν ὁ προφήτης καὶ πρὸς τὴν ὑπερορίαν ἀπῴκισεν. Οὕτω που καὶ μουσικὸς ἄριστος εὐαρμόστου κιθάρας τὴν ἀπηχοῦσαν νευρὰν ἀποτέμνει ὥστε μὴ τῇ τῶν λοιπῶν φθόγγων ἁρμονίᾳ λυμήνασθαι, οὕτω καὶ ἰατρὸς τεχνικὸς τὸ σεση πὸς ἐκκόπτει μέλος ὥστε μὴ τὴν ἐκεῖθεν λύμην τῇ τῶν λοιπῶν μελῶν εὐεξίᾳ ἐπιδραμεῖν, οὕτω καὶ ὁ προφήτης ἐποίησεν ὥσπερ ἀπηχοῦσαν νευρὰν καὶ ὥσπερ μέλος νενοσηκὸς τοῦ παντὸς σώματος τῆς κτίσεως τὸν ἁμαρτωλὸν ἀποκόψας. Τί οὖν ἂν εἴη πρακτέον ἡμῖν; Ἐπειδὴ ἀπερρίφημεν, ἐπειδὴ ἐξεκόπημεν, ἀνάγκη πάντως σιγᾶν. Σιγήσομεν οὖν, εἰπέ μοι; καὶ οὐδεὶς ἡμῖν συγχωρήσει τὸν ∆εσπότην ὑμνῆσαι τὸν ἡμέτερον, ἀλλ' εἰκῇ τὰς ὑμετέρας ἐκαλέσαμεν εὐχάς; εἰκῇ πρὸς τὰς ὑμετέρας κατεφύγομεν πρεσβείας; Οὐκ εἰκῇ, μὴ γένοιτο. Εὗρον γάρ, εὗρον καὶ ἕτερον δοξολογίας τρόπον, αὐτῶν τῶν ὑμετέρων εὐχῶν μεταξὺ τῆς ἀπορίας ταύτης ὥσπερ ἐν σκότει φανεισῶν ἀστραπῶν· ἔξεστι γὰρ καὶ τοὺς ὁμοδούλους ἐπαινεῖν, τούτων δὲ ἐπαινουμένων, εἰς τὸν οὐρανὸν ἡ δόξα διαβήσεται πάντως, ὥσπερ οὖν καὶ αὐτός φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἰδοὺ οὖν καὶ ἕτερος δοξολογίας τρόπος ὃν καὶ ἁμαρτωλῷ δυνατὸν εἰπεῖν, καὶ μὴ παραλῦσαι τὸν νόμον. Τίνα οὖν, τίνα τῶν συνδούλων ἐπαινεσόμεθα; τίνα δὲ ἄλλον ἀλλ' ἢ τὸν κοινὸν τῆς πατρίδος διδάσκαλον καὶ διὰ τῆς πατρίδος καὶ τῆς οἰκουμένης ἁπάσης; Καθάπερ γὰρ ὑμᾶς οὗτος ἐπαίδευσε μέχρι θανάτου ὑπὲρ τῆς ἀληθείας ἐνίστασθαι, οὕτως ὑμεῖς τοὺς ἄλλους ἀνθρώπους ἐδιδάξατε τῆς ψυχῆς μᾶλλον ἢ τῆς εὐσεβείας ἀφίστασθαι. Βούλεσθε οὖν ἐντεῦθεν αὐτῷ πλέξωμεν τοὺς τῶν ἐγκωμίων στεφάνους; Ἐβουλόμην καὶ αὐτός, ἀλλ' ὁρῶ πέλαγος ἀχανὲς κατορθωμάτων καὶ δέδοικα μὴ πρὸς τὸν πυθμένα κατενεχθεὶς ὁ λόγος ἀσθενήσῃ πάλιν ἀναδραμεῖν. Ἀνάγκη τοιγαροῦν παλαιὰ διηγήσασθαι κατορθώματα, ἀποδημίας, ἀγρυπνίας, φροντίδας, γνώμας, μάχας, τρόπαια τροπαίοις καὶ νίκας νίκαις συναπτομένας, πράγματα οὐχὶ τῆς ἡμετέρας μόνον, ἀλλὰ καὶ πάσης ἀνθρωπίνης μείζονα γλώττης, ἀποστολικῆς δεόμενα φωνῆς πνεύματι κινουμένης ᾧ πάντα καὶ εἰπεῖν καὶ διδάξαι δυνατόν. Ἀλλὰ τοῦτο παραδραμόντες τὸ μέρος, ἐφ' ἕτερον ἀσφαλέστερον ἥξομεν ὃ καὶ ἐν ἀκατίῳ διαπλεῦσαι ἔνι μικρῷ. Φέρε οὖν τοὺς περὶ τῆς ἐγκρατείας κινήσωμεν λόγους, πῶς ἐκράτησε γαστρός, πῶς ὑπερεῖδε τρυφῆς, πῶς κατεγέλασε τραπέζης πολυτελοῦς, καὶ ταῦτα ἐν πολυτελεῖ τραφεὶς οἰκίᾳ. Τὸν μὲν γὰρ ἐν πτωχείᾳ βεβιωκότα θαυμαστὸν οὐδὲν πρὸς τὸν αὐχμῶντα τοῦτον καὶ σκληρὸν βίον ἐλθεῖν· ἔχει γὰρ τὴν πενίαν συνέμπορον καὶ συνοδοιπόρον καὶ τὸ φορτίον αὐτῷ καθ' ἑκάστης ἐπικουφίζουσαν τὴν ἡμέραν. Ὁ δὲ πλούτου γενόμενος κύριον οὐκ ἂν ῥᾳδίως τὰς ἐκεῖθεν λαβὰς ἀποδύσαιτο· τοσοῦτος τῶν νοσημάτων ἐσμὸς τὴν τοιαύτην περιΐπταται ψυχήν, καὶ νέφος παθημάτων βαρὺ καὶ ζοφῶδες τὰς τῆς διανοίας διαφράττον ὄψεις, οὐκ ἀφίησι πρὸς τὸν οὐρανὸν ἰδεῖν, ἀλλὰ κάτω νεύειν βιάζεται καὶ πρὸς τὴν γῆν κεχηνέναι. Καὶ οὐκ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἕτερον οὕτω κώλυμα πρὸς τὴν ἀποδημίαν τῶν οὐρανῶν ὡς πλοῦτος καὶ τὰ ἀπὸ τοῦ πλούτου κακά. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ' ἐξ αὐτοῦ τοῦ Χριστοῦ ἡ ψῆφος καταβέβηκεν· Εὐκοπώτερον γάρ ἐστι, φησί, κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλ' ἰδοὺ τὸ δύσκολον τοῦτο, μᾶλλον δὲ ἀδύνατον, γέγονε δυνατόν· καὶ ὃ πάλαι Πέτρος ἠπόρει