Iambi ad Seleucum

 ὄψεσιν τέχνης μέρος. ἄλλοι δ', ἐκείνων ἔθνος ἀθλιώτερον, τῶν ἀρρένων τὴν δόξαν ἐξορχούμενοι, μελῶν λυγισμοῖς συγκατακλῶντες φύσιν ἄνδρες γυναῖκες, ἄρρ

 παλαίστρᾳ ποικίλοις συγγράμμασιν, αὐταῖς ἐνάθλει ταῖς θεοπνεύστοις γραφαῖς διττῶν διαθηκῶν συλλέγων πλοῦτον μέγαν, τῆς μὲν παλαιᾶς, τῆς δέ γε καινῆς ἀ

 Ἀγγαῖόν τε καὶ Ζαχαρίαν διώνυμόν τε ἄγγελον Μαλαχίαν. μεθ' οὓς προφήτας μάνθανε τοὺς τέσσαρας, παρρησιαστὴν τὸν μέγαν Ἠσαίαν Ἱερεμίαν τε συμπαθῆ, καὶ

Ἀγγαῖόν τε καὶ Ζαχαρίαν διώνυμόν τε ἄγγελον Μαλαχίαν. μεθ' οὓς προφήτας μάνθανε τοὺς τέσσαρας, παρρησιαστὴν τὸν μέγαν Ἠσαίαν Ἱερεμίαν τε συμπαθῆ, καὶ μυστικὸν Ἰεζεκιήλ, ἔσχατον δὲ ∆ανιήλ, τὸν αὐτὸν ἔργοις καὶ λόγοις σοφώτατον. τούτοις προσεγκρίνουσι τὴν Ἐσθήρ τινες. Καινῆς διαθήκης ὥρα μοι βίβλους λέγειν. εὐαγγελιστὰς τέσσαρας δέχου μόνους· Ματθαῖον, εἶτα Μάρκον, ᾧ Λουκᾶν τρίτον προσθεὶς ἀρίθμει τὸν Ἰωάννην χρόνῳ τέταρτον, ἀλλὰ πρῶτον ὕψει δογμάτων. βροντῆς γὰρ υἱὸν τοῦτον εἰκότως καλῶ μέγιστον ἠχήσαντα τῷ θεοῦ λόγῳ. δέχου δὲ βίβλον Λουκᾶ καὶ τὴν δευτέραν τὴν τῶν καθολικῶν πράξεων ἀποστόλων. τὸ σκεῦος ἑξῆς προστίθει τῆς ἐκλογῆς, τὸν τῶν ἐθνῶν κήρυκα, τὸν ἀπόστολον Παῦλον σοφῶς γράψαντα ταῖς ἐκκλησίαις ἐπιστολὰς δὶς ἑπτά· Ῥωμαίοις μίαν, ᾗ χρὴ συνάπτειν πρὸς Κορινθίους δύο, τὴν πρὸς Γαλάτας τε καὶ πρὸς Ἐφεσίους, μεθ' ἣν τὴν ἐν Φιλίπποις, εἶτα τὴν γεγραμμένην Κολασσαεῦσι, Θεσσαλονικεῦσιν δύο, δύο Τιμοθέῳ, Τίτῳ καὶ Φιλήμονι μίαν ἑκατέρῳ καὶ πρὸς Ἑβραίους μίαν. τινὲς δέ φασι τὴν πρὸς Ἑβραίους νόθον οὐκ εὖ λέγοντες· γνησία γὰρ ἡ χάρις. εἶεν, τί λοιπόν; καθολικῶν ἐπιστολῶν τινὲς μὲν ἑπτά φασιν, οἱ δὲ τρεῖς μόνας χρῆναι δέχεσθαι· τὴν Ἰακώβου μίαν, μίαν δὲ Πέτρου τῶν τ' Ἰωάννου μίαν. τινὲς δὲ τὰς τρεῖς καὶ πρὸς αὐταῖς τὰς δύο Πέτρου δέχονται, τὴν Ἰούδα δ' ἑβδόμην. τὴν δ' ἀποκάλυψιν τὴν Ἰωάννου πάλιν τινὲς μὲν ἐγκρίνουσιν, οἱ πλείους δέ γε νόθον λέγουσιν. οὗτος ἀψευδέστατος κανὼν ἂν εἴη τῶν θεοπνεύστων γραφῶν. Αἷς εἰ σὺ πεισθῇς, ἐκφύγοις κόσμου πάγας, ματαιότητα δ' ἐλπίδων ῥίψαις κάτω, πλοῦτον δὲ τὸν φεύγοντα δαψιλεῖ χερὶ σπείραις πένησιν ἀσφαλὲς μένων θέρος. ἐν οὐρανοῖς γὰρ τὸ σπαρὲν θησαυριεῖς. Χριστῷ δ' ἕποιο τῷ σοφῷ θεοῦ λόγῳ. ἆ τρίσμακάρ τις, ἆ τρισόλβιος σύ γε πολλοῖς γέρουσι καὶ νέοις φωστὴρ φανείς. λάμπει γὰρ ἄστρων μᾶλλον εὐσεβὴς βίος. καί σε προφητῶν, μαρτύρων, ἀποστόλων χορὸς περιστὰς ὥσπερ οἰκεῖον μέλος στέψει προπέμπων ἐπινίκιον κρότον. τρυγῶν δ' ἄπαυστον δόξαν ἡσθήσῃ τότε, μέσος χορεύων ἀγγέλων στεφηφόρος. Ἔρρωσο καὶ μέμνησο τῶν γεγραμμένων. Τὴν σεμνότητος, ἁγνείας, ἀσκήσεως ἔμψυχον εἰκὼ πίστεώς τε σφραγῖδα Ὀλυμπιάδα πρόσειπε τὴν σὴν τιτθίδα. Ἢν ἐθέλῃσθα, Σέλευκε, μαθεῖν τὸν ἀριθμὸν ἰάμβων, τρεῖς ἑκατοντάδας ἴσθι, τόσας δεκάδας, μονάδας τρεῖς. αἰεὶ γάρ σε, τέκος, τριάδος φίλον εὔχομαι εἶναι.

4