In mulierem peccatricem

 κράσπεδον παραχωρεῖ. Ναί, ἰατρὸς γάρ ἐστι πάντων ἐφαπτόμενος τῶν παθῶν, ἵνα πάν τας ὠφελήσῃ, πονηροὺς ἅμα καὶ ἀγαθούς, ἀχαρίστους καὶ εὐγνώ μονας. Ὅθε

 βαφαῖς τὰς παρειὰς φοινίσ σουσα καὶ τέχνῃ βιαζομένη φανῆναι καλή, τοὺς νέους πρὸς ἀκολασίαν ὑπέσυρεν, ἀπροόπτως αὐτοὺς εἰς τὸ τῆς πορνείας ἀποκλίνουσα

 δάκρυσιν. Ἀλλ' εἰ καὶ μὴ τῇ γλώσσῃ ἐλάλει, ἀλλὰ στεναγμοῖς ἀλαλήτοις ἐφθέγγετο τὸν συντριμμὸν τῆς καρδίας ἐκκαλύπτουσα, τὸ πλῆθος τῶν ἁμαρτιῶν θριαμ β

 ἀλλὰ τὰ μέλλοντα δοκιμάζων, ἀμνηστίᾳ παρελθὼν τὰ προλαβόντα αὐτῆς κακὰ τιμᾷ τὴν γυναῖκα καὶ ἐπαινεῖ τὴν μετά νοιαν, δικαιοῖ τὰ δάκρυα καὶ στεφανοῖ τὴν

 ἐλύπησεν αὐτῆς ἡ σωτηρία. Εἶδεν γὰρ δι' αὐτῆς λοιπὸν τὸ γένος πρὸς μετάνοιαν μεταβαλλόμενον καὶ δάκνεται καὶ ἀνιᾶται οὐκ ἔχων λοιπὸν δίκτυον δι' οὗ θη

 ἀποσιωπᾷ τὴν γυναῖκα, ἵνα μὴ κακουργήσῃ τὴν ἀπόκρισιν. Ὁ εἷς, φησίν, ὤφειλε δηνάρια πεντακόσια καὶ ὁ ἕτερος πεντήκοντα. Φοβερὸς τοῦ διηγήματος ὁ τρόπο

 ἡδονήν, ἀλλὰ τὸν θρῆνον μιμήσασθε. Ἡ ἡδονὴ μὲν γὰρ τὸν θρῆνον ἐγέννησεν, ὁ θρῆνος δὲ τῶν κακῶν τὴν λύσιν προεξένη σε. Λούσατε οὖν ὑμῶν μὴ ὕδασιν, ἀλλὰ

δάκρυσιν. Ἀλλ' εἰ καὶ μὴ τῇ γλώσσῃ ἐλάλει, ἀλλὰ στεναγμοῖς ἀλαλήτοις ἐφθέγγετο τὸν συντριμμὸν τῆς καρδίας ἐκκαλύπτουσα, τὸ πλῆθος τῶν ἁμαρτιῶν θριαμ βεύουσα, τοὺς ἀτόπους λογισμούς, τὰς ἐναγεῖς ἐνθυμήσεις, τὰς βεβήλους πράξεις, τὰς παρανόμους ὁμιλίας ἐκπομπεύουσα· οὐδὲν γὰρ ἦν τῶν πεπραγμένων αὐτῇ κακῶν, ὃ μὴ δάκρυσιν ἐξετραγῴδει. Ἤδει γὰρ ὅτι ὧν ὡμολόγει τὴν ἀμνηστίαν ἐλάμβα νεν. Εἶπα γάρ, φησίν, Ἐξαγορεύσω τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Καὶ οὐ μόνον ἀλαλήτως ἐφθέγγετο τοῖς στεναγμοῖς τῆς καρδίας δυσωποῦσα τὸν κύριον, ἀλλὰ καὶ σχήματι τὸ τῆς μετανοίας διέγραφε κάλλος. Ἐδάκρυσεν μὲν ὡς πολλὰ γελάσασα τοῖς καλοῖς δάκρυσι τὸν κακὸν ἐκπλύ νουσα γέλωτα, ταῖς δὲ ῥανίσι τῶν ὀφθαλμῶν τὸν τῶν παρειῶν ἐκπλύνουσα ῥύπον, ἵνα ἐν οἷς ἥμαρτεν, ἐν τούτοις καὶ ἀπο λογήσηται, ἐν οἷς ἠνόμησεν, ἐν τούτοις τὸν νομοθέτην ἐξιλεώση ται. Ὥσπερ γὰρ τὴν κοίτην ἣν ἐκθέσμως ἐμόλυνε συμπλοκῇ, δάκρυσιν ἀπέπλυνεν ὁ ∆αβίδ· Λούσω γάρ, φησί, καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω, οὕτω καὶ αὕτη δι' ὧν ὀφθαλμῶν πολλοὺς τῶν νέων εἰς ἀκολασίαν ὑπέσυρε δακρύων ἀφεῖσα πηγὰς τὸν δύσπλυτον τῆς ἁμαρτίας ἀπέπλυνε ῥύπον, αὐτὴ ἑαυτῇ λοῦτρον μετανοίας προβαλλομένη τὰ δάκρυα. Τὰ μὲν γὰρ δάκρυα ὡς ὕδωρ αὐτὴ παρεῖχε, τὴν δὲ ἄφεσιν ἀοράτως παρὰ τοῦ Χριστοῦ ὑπεδέχετο. Ἀλλὰ μὴν καὶ τὸν Ἀβραὰμ τάχα οὐ μιμουμένη μόνον, ἀλλὰ νικῶσα, τοὺς πόδας ἀπέπλυνε τοῦ Χριστοῦ. Ὁ μὲν γὰρ νιπτῆρα θεὶς ὕδασιν ἀπέπλυ νεν καὶ λεντίῳ κατέμασσεν, αὕτη δὲ οὐχ ὕδωρ ἀντλήσασα, ἀλλὰ κρήνας δακρύων ἀφεῖσα τοὺς πόδας ἀπέπλυνε τοῦ Ἰησοῦ. Φεισαμένη δὲ μὴ δάκρυσιν ἁμαρτωλοῖς ἁγίους ἐνυβρίσῃ πόδας, τὸ τῶν τριχῶν κάλλος ὡς λέντιον ὑποβαλοῦσα ἀπέμασσε τοὺς πόδας. Καὶ ἦν ἰδεῖν ὅλον δι' ὅλου τὸ γύναιον πρὸς θεραπείαν τοῦ Ἰησοῦ καμπτόμενον· οἱ μὲν γὰρ ὀφθαλμοὶ ἄνωθεν ὡς κρῆναι δακρύων ἔπεμπον ὀχετούς, ἡ δὲ ψυχὴ ὥσπερ νιπτὴρ ὑποκειμένη τὰς ἐκ τῶν ποδῶν ἀποσταζούσας ἐδέχετο ῥανίδας, οἱ δὲ πλόκα μοι ἀπέμασσον λεντίου πληροῦντες σχῆμα, αἱ δὲ χεῖρες τὸ ἀλάβαστρον τοῦ μύρου καταχέουσαι τοὺς θείους ἤλειφον πόδας μύρῳ τὸ μύρον τιμῶσαι· Μύρον γάρ, φησίν, κενωθὲν ὄνομά σοι. Εἶδες πῶς ἐνίκησε τὴν ἀχάριστον τῶν Ἰουδαίων γνώμην γυνὴ ἁμαρτωλὸς καὶ θείων ἄμοιρος νόμων. Οἱ μὲν γὰρ λίθοις αὐτὸν ἔβαλλον, ἡ δὲ τοῖς τῆς εὐωδίας ηὔφραινε μύροις. Ἀλλ' Ἰουδαῖοι μὲν ὡς ἀχάριστοι, ὡς ἀσύνετοι καὶ ἀγνώμονες, κακοῖς ἠμείβοντο τὸν εὐεργέτην λίθοις τὸν ἀκρογωνιαῖον φιλο φρονούμενοι λίθον· ἡ δὲ μύρῳ ἤλειφε τοὺς πόδας τοὺς μέλλοντας δι' αὐτὴν πανημέριον ἐπὶ τῆς ἰκρίας ἰστᾶσθαι τοῦ σταυροῦ. Καὶ τί λέγω ὅτι τὸν ἀχάριστον τῶν Ἰουδαίων ἐνίκησε δῆμον, ὅπου γε ὅλον τῶν ἁγίων ὑπερηκόντισε τὸν χορόν; Ἔλαβε γὰρ χάριν ἣν οὐκ ἔλαβον βασιλεῖς, ἧς οὐκ ἔτυχον δυνάσται· Βασιλεῖς γὰρ Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. Καὶ δὴ κατὰ τὸν προφήτην καὶ ἔδωκαν τὰ δῶρα καὶ πόρρωθεν προσεκύνησαν, ἀλλ' οὐδεὶς αὐτῶν τοῦ Ἰησοῦ τοὺς πόδας ἐφίλησε. Πῶς γάρ; Ἦλθον μάγοι λαβόντες ἀστέρα τῆς ἡγεσίας σύμμαχον, ἀλλὰ πόρρωθεν ἐδωροφόρουν τῆς οἰκείας τάξεως τὸ μέτρον γινώσκοντες. Ὁ οὐρανὸς γάρ μοι, φησίν, θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ἐπαινείσθω τοίνυν ἡ γυνὴ ὡς ὅλης τῆς γῆς τὴν τιμὴν ὑποδεξαμένη, ὡς ἁψα μένη ποδῶν ἀχράντων ὧν τὸν χοῦν ἔθνη καὶ πατριαὶ λείξουσι, κα τὰ τὸ εἰρημένον ὅτι τὸν χοῦν τῶν ποδῶν αὐτοῦ λείξουσι. Ἥψατο ποδῶν ἀχράντων, ἐμερίσατο πρὸς Ἰωάννην τοῦ Χριστοῦ τὸ σῶμα. Ὁ μὲν γὰρ ἐπὶ τοῦ στήθους ἀνέπεσε, θείαν γὰρ αὐτόθεν ἔμελλε διδασκαλίαν ἀπομάσσεσθαι· ἡ δὲ τοὺς ὑπὲρ ἡμῶν βαδίζον τας πόδας ὑπήλειφεν. Ἀλλ' ὁ Χριστὸς μέν, ὁ μὴ τὴν ἁμαρτίαν κρίνων, ἀλλὰ τὴν μετάνοιαν ἐπαινῶν, ὁ μὴ τὰ παρελθόντα κο λάζων,

4