1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

4

καὶ ἐξιόντος θέαμα, ἵνα ἀπαραίτητον ἐργάσηται τοῦ ὑπερηφάνου τὴν καταδίκην. Ἐπεθύμει καὶ τῶν ψιχίων τῆς τραπέζης καὶ οὐδὲ τούτων ἐτύγχανεν· ἀλλ' ὁ μὲν τῇ πλησμονῇ διερρήγνυτο, ὁ δὲ ὑπὸ τῆς ἐνδείας ἐτήκετο. 1.7.3 Καλὸν οὖν ἦν καὶ δίκαιον τὴν Χαναναίαν ἐκείνην τὴν Φοίνισσαν διδάσκαλον ἐπιστῆσαι τῷ μισανθρώπῳ πλουσίῳ, λέγουσαν ἐκεῖνα τὰ γεγραμμένα ὅτι Ὦ ἀλάστορ καὶ ὑπερήφανε, καὶ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν· σὺ δὲ τὸν ἀδελφόν σου, τὸν ὁμόφυλον, ταύτης τῆς δωρεᾶς οὐκ ἠξίωσας; 1.7.4 Ἀλλ' οἱ μὲν κύνες ἐπιμελῶς ἐτρέφοντο, κατ' ἰδίαν οἱ φύλακες, χωρὶς οἱ θηρευτικοί· καὶ στέγης ἠξιοῦντο καὶ κλίνης καὶ θεραπευτὰς εἶχον ἀποκεκληρωμένους κατὰ σπουδήν, ἔρριπτο δὲ χαμαὶ ἡ τοῦ Θεοῦ εἰκὼν ἀμελουμένη καὶ πατουμένη, ἣν ἰδίᾳ χειρὶ ὁ τῶν ὅλων ἀριστοτέχνης καὶ δημιουργὸς διεπλάσατο, εἰ τῷ Μωϋσῆς ἀξιόπιστος τεκμηριῶσαι τῶν ἀνθρώπων τὴν γένεσιν. 1.8.1 Εἰ μὲν οὖν ἐτελεύτησεν μέχρι τούτου τὸ τοῦ Λαζάρου διήγημα καὶ οὕτως εἶχε τῶν πραγμάτων ἡ φύσις, ὡς τῇ ἀνωμαλίᾳ τοῦ βίου τούτου τὴν ζωὴν ἡμῶν περιγράφεσθαι, μεγάλας ἂν ἀφῆκα σχετλιάζων φωνάς, ἐφ' οἷς οἱ κτισθέντες ὁμοτίμως οὕτως ἀνίσως μετὰ τῶν ὁμοφύλων διάγομεν. 1.8.2 Ἐπειδὴ δὲ καλὰ τὰ λειπόμενα πρὸς ἀκρόασιν, ἐν τοῖς παρελθοῦσι στενάξας, ὁ πένης, ἐν τοῖς ἀκολούθοις εὐθύμησον μαθὼν τοῦ συμπτώχου σου τὴν μακαρίαν ἀπόλαυσιν. Εὑρήσεις γὰρ δικαίου κριτοῦ ἀκριβὲς δικαστήριον, ἐν ᾧ στενάζει ὁ ἡδυπαθήσας καὶ τρυφᾷ ὁ μοχθήσας· ἑκάτερος δὲ κομίζεται τὰ πρὸς ἀξίαν ἐπίχειρα. 1.9.1 Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ. Ὁρᾷς τοὺς διακονιστὰς τοῦ δικαίου καὶ πένητος καὶ τοὺς ὑπηρέτας τῆς μεταστάσεως; Ἄγγελοι γὰρ ἐδορυφόρουν, γαληνόν τε καὶ πρᾶον εἰς αὐτὸν βλέποντες καὶ τῷ σχήματι προδηλοῦντες τὴν ἀναμένουσαν αὐτὸν θεραπείαν καὶ ἄνεσιν. Ἐνετέθη δὲ κομισθεὶς τοῖς κόλποις τοῦ πατριάρχου, ὃ καὶ διαπορήσεως ἀφορμὴν παρέχει τοῖς ἡδέως τὰ βάθη τῶν Γραφῶν βασανίζουσιν. 1.9.2 Εἰ γὰρ πᾶς τελευτῶν δίκαιος πρὸς τὸν αὐτὸν κομίζοιτο τόπον, πολύς τις ἂν εἴη καὶ ἐπ' ἄπειρον ἀνηπλωμένος ὁ κόλπος, εἴ γε μέλλοι χωρητικὸς ἔσεσθαι τοῦ πλήθους τῶν ὁσίων παντός. Εἰ δὲ τοῦτο παντελῶς ἀμήχανον κόλπος γὰρ κοιλανθεὶς ἄνδρα μὲν καὶ ἕνα δυσχερῶς, μόλις δὲ δύο περιστέλλει βρέφηθεωρία τις ἡμᾶς ἐκδέχεται τῇ εἰκόνι τοῦ αἰσθητοῦ κόλπου πρὸς νοητήν τινα πραγματείαν χειραγωγοῦσα. 1.9.3 Τί γάρ ἐστι τὸ λεγόμενον; Ὁ Ἀβραάμ, φησίν, ἀποδέχεται τοὺς τὸν εὐπολίτευτον ζήσαντας βίον. Εἰπὲ τοίνυν, ὦ θεσπέσιε Λουκᾶ ὡς πρὸς παρόντα γάρ σε καὶ ὁρώμενον διαλέξομαι διὰ τί πολλῶν ὄντων δικαίων καὶ πρεσβυτέρων τοῦ Ἀβραὰμ ταύτην τῷ μεθηλικεστέρῳ τὴν τιμὴν ἀπεκλήρωσας, σιωπήσας τὸν Ἑνώχ, τὸν Νῶε καὶ εἴ τις ἄλλος κατὰ τὸν βίον τούτοις ἀκόλουθος; Ἀλλά σου τάχα συνίημι καὶ οὐκ ἔξω βάλλει τοῦ σκοποῦ ἃ λογίζομαι. 1.9.4 Ἐπειδὴ γὰρ ὁ Ἀβραὰμ θεράπων 1.9.4 Χριστοῦ καὶ διαφερόντως οὗτος ἀνθρώπων τὰς τοῦ Χριστοῦ ἐπιφανείας ἐδέξατο, καὶ τὸ τῆς Τριάδος μυστήριον ἱκανῶς ἡμῖν ἐν τῇ σκηνῇ τοῦ γέροντος τούτου διετυπώθη, ἡνίκα τοὺς τρεῖς ἀγγέλους ὡς ἄνδρας ὁδοιπόρους ἐξένισε, καὶ ἁπλῶς ἐκ πολλῶν τῶν μυστικῶν αἰνιγμάτων οἰκεῖος ἄνθρωπος οὗτος γεγένηται τοῦ Θεοῦ, τοῦ χρόνοις ὕστερον ἀμφιε σαμένου τὴν σάρκα καὶ διὰ μέσου τοῦ ἀνθρωπικοῦ τούτου παραπετάσματος ἐναργῶς ὁμιλήσαντος τοῖς ἀνθρώποις, διὰ τοῦτο τὸν κόλπον αὐτοῦ οἷον εὔδιόν τινα λιμένα καὶ ἄκλυστον ἀναπαυτήριον εἶναι τῶν δικαίων φησίν. 1.9.5 Ἐν Χριστῷ γὰρ πάντων ἡμῶν ἡ σωτηρία καὶ ἡ ἐλπὶς καὶ ἡ ἀπεκδοχὴ τοῦ μέλλοντος αἰῶνος, τῷ ἐκ τῆς σαρκὸς τοῦ Ἀβραὰμ κατὰ τὴν ἀνθρωπικὴν ἀκολουθίαν βλαστήσαντι. Καί μοι δοκεῖ ἡ περὶ τὸν γέροντα τοῦ λόγου τιμὴ εἰς τὸν Σωτῆρα τὴν ἀναφορὰν ἔχειν, τὸν καὶ κριτὴν ὄντα καὶ μισθαποδότην τῆς ἀρετῆς καὶ τῇ θεραπευτικῇ φωνῇ