1

 2

 3

 4

 5

 6

4

ἀρέσκον παρ' ἡμῶν ἀκοῦσαι, ἀλλ' ὃ τῷ Κυρίῳ εὐάρεστόν ἐστι, καὶ σύμφωνον ταῖς Γρα φαῖς, καὶ μὴ μαχόμενον τοῖς Πατράσιν. Ἃ τοίνυν ἐλέγομεν περὶ τοῦ Υἱοῦ, ὅτι δεῖ ὁμολογεῖν ἴδιον αὐτοῦ πρόσωπον, ταῦτ' ἔχομεν λέγειν καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου. Οὐ γὰρ ταυτόν ἐστι τῷ Πατρὶ τὸ Πνεῦμα, διὰ τὸ γεγράφθαι, ὅτι Πνεῦμα ὁ Θεός. Οὐδὲ πάλιν Υἱοῦ καὶ Πνεύματος ἓν πρόσωπόν ἐστιν, ἐπειδὴ εἴρηται· Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ· ὁ δὲ Χριστὸς ἐν ὑμῖν.

Ἐντεῦθεν γὰρ ἠπατήθησάν τινες Πνεῦμα καὶ Χριστὸν τὸν αὐτὸν εἶναι. Ἀλλὰ τί φαμεν; Ὅτι τὸ τῆς φύσεως οἰκεῖον ἐντεῦθεν ἐμφαίνεται, οὐχὶ προσώπων σύγχυσις. Ἔστι μὲν γὰρ ὁ Πατὴρ, τέ λειον ἔχων τὸ εἶναι καὶ ἀνενδεὲς, ῥίζα καὶ πηγὴ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ἔστι δὲ ὁ Υἱὸς ἐν πλήρει θεότητι ζῶν Λόγος, καὶ γέννημα τοῦ Πα τρὸς ἀνενδεές· πλῆρες δὲ καὶ τὸ Πνεῦμα, οὐ μέρος ἑτέρου, ἀλλὰ τέλειον καὶ ὁλόκληρον ἐφ' ἑαυτοῦ θεωρούμενον. Καὶ συνῆπται μὲν ὁ Υἱὸς τῷ Πατρὶ ἀδιαστάτως· συνῆπται δὲ τῷ Υἱῷ τὸ Πνεῦμα. Τὸ γὰρ διορίζον οὐκ ἔστιν, οὐδὲ τὸ διατέμνον τὴν ἐξ ἀϊδίου συνάφειαν. Αἰὼν γὰρ οὐδεὶς μεταξὺ παρεμπί πτει· οὐδὲ μὴν δέχεται ἡ ψυχὴ ἡμῶν ἐπίνοιαν χωρι σμοῦ, ὡς ἢ τοῦ Μονογενοῦς μὴ συνόντος ἀεὶ τῷ Πατρὶ, ἢ τοῦ ἁγίου Πνεύματος μὴ συνυπάρχοντος τῷ Υἱῷ. Ὅταν οὖν ποτε συνάψωμεν τὴν Τριάδα, μὴ ὡς ἑνὸς πράγματος ἀδιαιρέτου μέρη φαντάζου τὰ τρία (δυσσεβὴς γὰρ ὁ λογισμός), ἀλλὰ τριῶν ἀσωμάτων τελείων ἀχώριστον δέχου τὴν συνουσίαν. Ὅπου γὰρ ἁγίου Πνεύματος παρουσία, ἐκεῖ καὶ Χριστοῦ ἐπιδημία· ὅπου δὲ Χριστὸς, ἐκεῖ καὶ ὁ Πατὴρ πάρ εστι δηλονότι. Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστι; Καὶ, Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ἁγιαζόμενοι οὖν διὰ τοῦ Πνεύμα τος, δεχόμεθα τὸν Χριστὸν κατοικοῦντα ἡμῶν εἰς τὸν ἔσω ἄνθρωπον, καὶ μετὰ τοῦ Χριστοῦ τὸν Πατέρα, κοινὴν ποιούμενον τὴν μονὴν παρὰ τοῖς ἀξίοις. Ταύτην δὲ τὴν συνάφειαν δηλοῖ καὶ ἡ παράδοσις τοῦ βαπτίσματος, καὶ ἡ ὁμολογία τῆς πίστεως. Εἰ γὰρ ἀλλότριον ἦν τῇ φύσει, πῶς συνηριθμεῖτο τὸ Πνεῦμα; Καὶ εἰ χρόνοις ὕστερον προσγενόμενον Πατρὶ καὶ Υἱῷ, πῶς τῇ ἀϊδίῳ συνετάσσετο φύσει; Οἱ δὲ χωρί ζοντες Πατρὸς καὶ Υἱοῦ καὶ τῇ κτίσει συναριθμοῦν τες τὸ Πνεῦμα ἀτελὲς μὲν ποιοῦσι τὸ βάπτισμα, ἐλλιπῆ δὲ τὴν ὁμολογίαν τῆς πίστεως. Οὔτε γὰρ ἡ 31.612 Τριὰς μένει Τριὰς, ὑφαιρουμένου τοῦ Πνεύματος. Καὶ εἰ ἕν τι πάλιν ἀπὸ τῆς κτίσεως προσαφθείη, πᾶσα ἡ κτίσις συνεισελεύσεται εἰς τὴν τοῦ Πατρὸς καὶ Υἱοῦ συναρίθμησιν. Τί γὰρ κωλύει λέγειν· Πιστεύομεν εἰς Πατέρα καὶ Υἱὸν καὶ εἰς πᾶσαν τὴν κτίσιν; Εἰ γὰρ εὐσεβὲς τὸ πιστεύειν εἰς μέρος τῆς κτίσεως, πολλῷ δήπου σεμνότερον τὸ πᾶσαν τὴν κτί σιν εἰς τὴν ὁμολογίαν παραλαμβάνειν. Πιστεύων δὲ εἰς πᾶσαν τὴν κτίσιν, οὐκ εἰς ἀγγέλους πιστεύεις μό νον καὶ τὰ λειτουργικὰ πνεύματα, ἀλλὰ καὶ εἴ τινες ἀντικείμεναι δυνάμεις εἰσὶν, ἐπειδὴ καὶ αὐταὶ μέ ρος εἰσὶ τῆς κτίσεως, καὶ ταύταις συνθήσῃ κατὰ τὴν πίστιν. Οὕτως ἡ κατὰ τοῦ Πνεύματος βλασφη μία εἰς δυσσεβεῖς καὶ ἀθεμίτους περιάγει σε λόγους. Ὁμοῦ τε γὰρ εἶπας ἃ μὴ δεῖ περὶ τοῦ Πνεύμα τος, καὶ ἐπεσήμηνέ σοι ἡ τοῦ Πνεύματος ἐγκατά λειψις. Ὡς γὰρ ὁ ἐπιμύσας τοὺς ὀφθαλμοὺς οἰκεῖον ἔχει τὸ σκότος, οὕτως ὁ ἀναχωρήσας τοῦ Πνεύματος, ἔξω γενόμενος τοῦ φωτίζοντος, ὑπὸ τῆς κατὰ ψυχὴν ἀορασίας συγκέχυται. Ἀλλὰ μὴ χωρίσῃς Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, δυσωπείτω σε ἡ παράδοσις.

Ὁ Κύριος οὕτως ἐδίδαξεν, ἀπόστολοι ἐκήρυξαν, Πατέρες δι ετήρησαν, μάρτυρες ἐβεβαίωσαν. Ἀρκέσθητι λέγειν ὡς ἐδιδάχθης, καὶ μή μοι τὰ σοφὰ ταῦτα· Ἀγέννη τόν ἐστιν, ἢ γεννητόν. Εἰ μὲν γὰρ ἀγέννητον, Πα τήρ· εἰ δὲ γεννητὸν, Υἱός· εἰ δὲ μηδ' ἕτερον τούτων, κτίσμα. Ἐγὼ δὲ μετὰ Πατρὸς μὲν οἶδα, οὐχὶ δὲ Πατέρα τὸ Πνεῦμα· καὶ μετὰ Υἱοῦ παρέλαβον, οὐχὶ δὲ Υἱὸν ὠνομασμένον. Ἀλλὰ τὴν μὲν πρὸς Πατέρα οἰκειότητα νοῶ, ἐπειδὴ ἐκ Πατρὸς ἐκπο ρεύεται· τὴν πρὸς Υἱὸν δὲ, ἐπειδὴ