1

 2

 3

 4

 5

 6

4

γὰρ ἐσχόλαζεν ὀφθαλμὸς ἄλλο τι βλέπειν ἢ Γόρδιον, οὔτε τις ἀκοὴ ἄλλο τι ἠνείχετο ἀκούειν ἢ 31.500 τὰ ἐκείνου ῥήματα. Καὶ θροῦς τις ἄσημος, οἷον αὔρα, διὰ παντὸς τοῦ θεάτρου διεξιὼν, τὸν ἱππό δρομον ὑπερήχει. Ἐπεὶ δὲ διὰ τῶν κηρύκων σιωπὴ τῷ δήμῳ ὑπεσημάνθη, ἐκοιμήθησαν μὲν αὐλοὶ, κατεσιγάσθησαν δὲ ὄργανα πολυαρμόνια· ἠκούετο Γόρδιος, ἐθεωρεῖτο Γόρδιος. Καὶ εὐθὺς ἀνάρπαστος ἦν πρὸς τὸν ἄρχοντα αὐτοῦ που καθήμενον, καὶ τὸν ἀγῶνα διατιθέντα. Τέως μὲν οὖν πραείᾳ καὶ ἡμέ ρῳ φωνῇ τίς καὶ πόθεν εἴη διεπυνθάνετο. Ὡς δὲ εἶπε τὴν πατρίδα, τὸ γένος, τὸ εἶδος τοῦ ἀξιώμα τος ἐν ᾧ ἦν, τὴν αἰτίαν τῆς φυγῆς, τὴν ἐπάνοδον, ὅτι Πάρειμι, ἔργῳ καὶ τὴν τῶν ὑμετέρων προστα γμάτων καταφρόνησιν, καὶ τὴν εἰς Θεὸν, ἐφ' ὃν ἤλ πισα, πίστιν ἐπιδειξόμενος· καὶ γὰρ ἤκουσά σε, φησὶ, πολλῶν διαφέρειν τῇ ἀγριότητι· ὡς οὖν ἐπι τήδειόν μοι τὸν καιρὸν τοῦτον εἰς τὸ πληρωθῆναί μου τὴν ἐπιθυμίαν ἐξελεξάμην. Τούτοις τοῖς λόγοις τὸν θυμὸν τοῦ ἄρχοντος ὡς πῦρ ἀναφλέξας, ὅλην ἤγειρεν ἐφ' ἑαυτὸν τοῦ ἀνδρὸς τὴν μανίαν. Καὶ, Κάλει, φησὶ, δημίους. Ποῦ δὲ αἱ μολυβίδες; ποῦ δὲ αἱ μάστιγες; Ἐπὶ τροχοῦ κατατεινέσθω, ἐπὶ τοῦ ξύ λου στρεβλούσθω, φερέσθω τὰ κολαστήρια· τὰ θη ρία, τὸ πῦρ, τὸ ξίφος, ὁ σταυρὸς, ὁ βόθρος εὐτρεπι ζέσθω.

Ἀλλὰ γὰρ οἷα κερδαίνει, φησὶν, ἅπαξ μόνον ἀποθνήσκων ὁ ἀλιτήριος; Οἷα μὲν οὖν ζη μιοῦμαι, ὑποφθάσας εἶπεν ὁ Γόρδιος, μὴ δυνάμενος ὑπὲρ Χριστοῦ πολλάκις ἀποθανεῖν! Ὁ δὲ, πρὸς τῇ ἐκ φύσεως ἀγριότητι, ἔτι χαλεπώτερος ἦν πρὸς τὸ ἀξίωμα τοῦ ἀνδρὸς ἀποβλέπων, οἰκείαν ἀτιμίαν ἡγούμενος τὸ νεανικὸν τῆς διανοίας ἀνάστημα. Καὶ ὅσῳ μᾶλλον ἑώρα τὴν καρδίαν ἀπτόητον, τοσούτῳ μειζόνως ἐξηγριοῦτο, καὶ φιλονεικότερος ἦν νικῆσαι τὴν ἔνστασιν τοῦ ἀνδρὸς τῇ ἐπινοίᾳ τῶν ἀλγεινῶν. Καὶ ὁ μὲν ταῦτα. Ὁ δὲ πρὸς τὸν Θεὸν ἀποβλέπων, ἐκ τῶν ἱερῶν Ψαλμῶν κατεπῇδεν ἑαυτοῦ τῇ ψυχῇ, λέγων· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιή σει μοι ἄνθρωπος· καὶ τό· Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ· καὶ ὅσα συγγενῆ τούτοις, πρὸς ἀνδρίαν παρακαλοῦντα, ἐκ τῶν θείων λογίων δεδιδαγμένος ἦν· ὅς γε τοσοῦτον ἀπεῖχεν εἶξαι τοῖς ἀπειλουμένοις καὶ ὑποπτῆξαι, ὥστε καὶ προεκα λεῖτο ἐφ' ἑαυτὸν τὰ δεινά. Τί μέλλετε; φησί· τί ἑστήκατε; Ξαινέσθω σῶμα, στρεβλούσθω μέλη· βασανιζέσθω ὡς ἂν ἐθέλητε. Μή μοι βασκήνητε τῆς μακαρίας ἐλπίδος. Ὅσῳ γὰρ ἂν ἐπιτείνητε τὰ δεινὰ, τοσούτῳ μείζονά μοι τὴν ἀντίδοσιν προξενεῖτε. Συν αλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν ∆εσπότην. 31.501 Ἀντὶ τῶν μωλώπων, τῶν ἐπανισταμένων τῷ σώ ματι, φωτεινὸν ἔνδυμα ἡμῖν ἐν τῇ ἀναστάσει ἐπαν θήσει· ἀντὶ τῆς ἀτιμίας στέφανοι, ἀντὶ δεσμωτη ρίου παράδεισος, ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης ἡ μετ' ἀγγέλων διαγωγή. Σπείρατε πολλὰ ἐν ἐμοὶ ἵνα θερίσω πολλαπλασίονα. Ὡς δὲ τοῖς φο βεροῖς ἑλεῖν αὐτὸν οὐκ ἠδύναντο, καὶ τὸ πρᾶγμα ἀμήχανον ἦν, μεταβαλόντες ἐθώπευον. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου μεθοδεία· τὸν δειλὸν ἐκπλήσσει, τὸν ἀνδρεῖον μαλάσσει. Ὁποῖα ἦν καὶ τὰ τότε τεχνά σματα τοῦ κακούργου. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν οὐκ ἐνδιδόντα ταῖς ἀπειλαῖς, ἀπάταις αὐτὸν καὶ δε λεάσμασι περιελθεῖν ἐπειρᾶτο. Καὶ δωρεὰς καθ υπισχνεῖτο, τὰς δὲ ἐδίδου, καὶ ἄλλας παρὰ βασιλέως ἥξειν διηγγυᾶτο, τὴν ἐν στρατείᾳ περιφάνειαν, χρη μάτων πόρους, πᾶν ὅ τι ἂν βούλοιτο. Ἐπειδὴ δὲ ἀπετύγχανε τῆς πείρας (ἀκούσας γὰρ τῶν ὑποσχέσεων ὁ μακάριος, κατεγέλασεν αὐτοῦ τῆς ἀνοίας, εἴ τι νομίζοι βασιλείας οὐρανῶν ἀντ άξιον δώσειν), τότε δὴ ἀφόρητος ἦν τῷ θυμῷ, καὶ ξίφος ἐγύμνου, καὶ τὸν δήμιον παρεστήσατο, καὶ χειρὶ καὶ γλώσσῃ μιαιφονῶν θανάτῳ κατεδίκαζε τὸν μακάριον. Μετέβαινε δὲ πᾶν τὸ θέατρον ἐπὶ τὸν τόπον τοῦτον· καὶ ὅσον λειπόμενον ἦν τῶν οἰκητόρων, ἐκχυθὲν πρὸ τοῦ τείχους, ἑώρα τὸ μέγα ἐκεῖνο καὶ ἐναγώνιον θέαμα, τὸ θαυμαστὸν καὶ ἀγγέλοις καὶ πάσῃ τῇ κτίσει, ὀδυνηρὸν τῷ διαβόλῳ, καὶ φρ βερὸν δαίμοσιν. Ἐκενώθη τῶν