1

 2

 3

 4

4

∆ιὰ τοῦτο λέγεται τὸν κατακλυσμὸν κατοικεῖν. Ὅτι γὰρ τὴν ἐκ τοῦ βαπτίσματος ἄφεσιν κα-τακλυσμὸν προσηγόρευσε, καὶ ἐκ τοῦ τριακοστοῦ πρώτου ψαλμοῦ μεμαθήκαμεν, ἐν τῷ εἰπεῖν· Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν. Αἱ γὰρ ἁμαρτίαι τῶν ἁμαρτωλῶν, ἐν τῇ διὰ τοῦ βαπτίσματος ἀπολυτρώσει, ὡς προσεγγίζειν οὐκέτι συγχωρηθήσονται. Καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. Ἐπὶ πᾶσι τούτοις ὑπάρξει ἡμῖν γνωρίσαι τὴν ἐπὶ πάντων ἀρχὴν τοῦ ∆εσπότου, τοῦ διδόντος ἰσχὺν τῷ λαῷ αὐτοῦ, ἵνα νικήσαντες τὸν πονηρὸν, τὴν εὐλογίαν χωρήσωμεν τὴν διδομένην ὑπὸ Κυρίου ἐν εἰρήνῃ τοῖς ἀξίοις αὐτοῦ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.