4
Πρὸς τὴν μίμησιν σπεῦδε τῶν προασκησάντων ἐν τοῖς ἤθεσι, καὶ μὴ ἐκδέχου διδάσκεσθαι ἕκαστον. Ταῖς μείζοσι τῶν ἀρετῶν ἐπεκτείνεσθαι ἀγωνίζου, καὶ τῶν ἐλαττόνων μὴ ἀμελεῖν. Σφάλματος μὴ περιφρό νει, κἂν μικρότερον παντὸς σκανδάλου ᾖ τὸ γινόμενον. Ἀλλὰ σπεῦδε μᾶλλον πρὸς τὴν διὰ μετα νοίας ἐπανόρθωσιν· κἂν πολλοὶ πολλὰ σφάλλωνται μικρά τε καὶ μείζονα, καὶ μένωσιν ἀμετανόητοι. Μὴ γίνου ἀλλοτρίων πταισμάτων δικαστής. Ἔχουσι γὰρ κριτὴν δίκαιον, Ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Σὺ τὸ σὸν κράτει, καὶ κοῦφον ποίει, ὅση σοι δύναμις, τὸ σεαυτοῦ φορτίον. Ὁ γὰρ βαρύ νων τὸν φόρτον αὐτοῦ, αὐτὸς καὶ βαστάσει αὐτόν. Μετάνοια σωτηρία· ἄνοια δὲ, μετανοίας θάνα τος. Κρύπτε σεαυτὸν ἀπὸ τῶν εἰκαιοτέρων ἀνθρώ πων· φανεροῦ δὲ σεαυτὸν, ὡς τὰ πολλὰ, τῷ Θεῷ. Πᾶσαν προέλευσιν παραιτοῦ, ὅσον ἐστὶν ἐν σοὶ, φεύ γων τὰς τῆς καρδίας σου διαχύσεις. Ἐξῆλθες γάρ σου τῆς κέλλης;
Ἀπέλιπες τὴν ἐγκράτειαν· ἐν έκυψας τῷ κόσμῳ· συνέτυχες πόρνῃ γυναικὶ, ἥ σου καταγοητεύσασα, τοῖς μὲν ἐρεθιστικοῖς λόγοις τὰς ἀκοὰς, τῇ δὲ τοῦ προσώπου περικαλλείᾳ τὰς ὄψεις, λίχνοις δὲ τοῖς ἐδέσμασι τὰς γεύσεις, ὥσπερ ἀγκίστρῳ, ἄξει πρὸς ἑαυτήν· εἶτα περιπλακεῖσά σου τοῖς μέλεσι, καὶ ἐνστερνισαμένη ἑαυτῇ, κατα μαλάσσει σου τὸ σταθερὸν τῆς πρὸς τὴν ἐγκράτειαν ἐπιθυμίας· οὕτω τε ἠρέμα ὑφελκύσασά σε τῆς 31.637 κατ' ἀρετὴν πολιτείας ἐν ἑαυτῇ διαφθείρει. Εἰ δέ που καὶ βοηθούμενος ὑπὸ τοῦ Θεοῦ διαδρᾶναι δυνηθῇς τὰ ταύτης δίκτυα, ἐπανῆκες μὲν τῇ κέλλῃ, ἀλλ' οὐχ ὁ αὐτός· πάρετος δέ τις καὶ νενοσηκὼς, καὶ πρὸς ἅπαν ἔργον τῶν ἀρετῶν δυσάρεστος, πολλῷ δὲ χρόνῳ ἐπανελθεῖν εἰς τὴν οἰκείαν ἕξιν δυνάμενος. Στενοχωρήσει γάρ σε τοῖς λογισμοῖς ἡ πρὸς ἑκάτερον βίον ἐπιθυμία· καὶ πολλῷ καμάτῳ δυνήσῃ δοῦναι τῇ ψυχῇ τὰ νικητήρια. Εἰ τοίνυν συμβῇ σε κατὰ περί στασίν τινα ἐκδημῆσαι τῆς κέλλης, περιτεθωρακι σμένος τὸν φόβον τοῦ Θεοῦ, καὶ ἐνιδρυσάμενος τῇ χειρὶ τὴν ἀγάπην τοῦ Χριστοῦ, καταπαλαίσας πάσῃ ἐγκρατείᾳ τὰς τῶν ἡδονῶν προσβολὰς, αὐτίκα τῆς χρείας γενομένης, ἀποπήδησον, μὴ ἐγχρο νίσας, ἀλλ' ὀξεῖ τῷ πτερῷ χρησάμενος πρὸς τὴν ἐπάνοδον, ὥσπερ τις ἄκακος περιστερὰ, πρὸς τὴν ἐκπέμψασάν σε κιβωτὸν αὐτομολήσας, ἐν στόματι φέρων τὰ ἐλέη Χριστοῦ· οὕτω τε πείθων τοὺς λογι σμοὺς τοὺς ἔνδον ἄβατον εἶναι τὴν ἐπὶ παντὸς ἑτέρου τόπου σωτηριώδη ἀνάπαυσιν. Νέος ὢν εἴτε τὴν σάρκα εἴτε τὸ φρόνημα, φεῦγε τὴν συνδιαγωγὴν τῶν ὁμηλίκων, καὶ ἀποδίδρασκε ἀπ' αὐτῶν, ὡς ἀπὸ φλογός. Πολλοὺς γὰρ ἐμπρήσας δι' αὐτῶν ὁ ἐχθρὸς τῷ αἰωνίῳ πυρὶ παρέδωκε, πνευματικῇ δῆθεν ἀγάπῃ εἰς τὸ τῶν πενταπολιτῶν μυσαρὸν βάραθρον ἐγκα ταστρέψας αὐτούς. Καὶ τοὺς ἐν τῷ πελάγει καὶ παντὶ ἀνέμῳ καὶ κλύδωνι διασωθέντας, εἴσω τῶν λιμένων ἀμεριμνοῦντας, σὺν αὐτάνδρῳ τῷ σκάφει τῷ βυθῷ παρέδωκεν. Ἐν καθέδρᾳ πρὸ πολλοῦ καθέσθητι ἀπ' αὐτοῦ. Ἐν ἀνακλίσει ὕπνου μὴ γειτνιαζέτω σου τὰ ἐνδύματα τοῖς ἐκείνου· μᾶλ λον δὲ κέχρησο γέροντι μεσίτῃ.
Ἡνίκα δέ σοι διαλέγεται, ἢ ἀντιπρόσωπος ψάλλει, κάτω νεύων ἀντίφθεγξαι αὐτῷ, μήπως, τῇ εἰς τὰ πρόσωπα ἐν ατενίσει σπέρμα ἐπιθυμίας ὑπὸ τοῦ ἐπισπορέως ἐχθροῦ δεξάμενος, δράγματα φθορᾶς καὶ ἀπωλείας καρ ποφορήσῃς. Ἐν οἴκῳ ἢ ἐν τόπῳ, οὗ οὐκ ἔστιν ὁ βλέπων τὰ ἔργα ὑμῶν, μὴ εὑρεθῇς μετ' αὐτοῦ, προφάσει μελέτης θείων λογίων, ἢ ἑτέρας ὁποιασοῦν καὶ ἀναγκαιοτάτης χρείας. Οὐδὲν γὰρ ἀναγκαιότερον ψυχῆς, ὑπὲρ ἧς Χριστὸς ἀπέθανεν. Μὴ πίστευε δο λουργῷ λογισμῷ ὑποτιθεμένῳ σοι τὸ ἀσκανδάλιστον εἶναι· αὐτὸ τοῦτο σκάνδαλον εἶναι πληροφορούμενος πολλῇ τῇ πείρᾳ τῶν πεπτωκότων προφανῆ σοι ταῦτα παρασχόμενον. 31.640 Πίστευε τοῖς ἐμοῖς λόγοις ἐκ φιλαδέλφου καρδίας προφερομένοις. Πρόστρεχε γέρουσι δυσεντεύκτοις, οἵτινες λόγοις μὲν παροιμιῶν ἀλείφουσι τοὺς νέους πρὸς τὰς ἐναρέτους πράξεις, βλάπτουσι δὲ προσώπῳ οὐδαμῶς.