1

 2

 3

 4

 5

 6

4

αἰσχύνθητε τὸ ἑαυτῶν πάθος, θεραπεύσατε ἑαυτοὺς ἐν καιρῷ εὐθέτῳ, πρὶν ἢ ἐξάπινα ὡς ἀστραπὴ ἀθρόα ἥξει ἡ αὐτοῦ παρουσία, πρὶν ἢ πυρφόρος, πρὶν σκότος τὸ ἐξώτερον, πρὶν συντέλεια καὶ σκώληξ ἀκοίμητος. Τρέμοντες λέγομεν· μετὰ φόβου ἀκούετε, μηδ' ἐν γελοίῳ καταφανήτω τὸ πρᾶγμα· υἱοὶ Θεοῦ, σειραῖς ταρτάρου παραδίδονται διὰ γυναῖκα.

Ἀλλ' ἐρεῖς μοι, ὅτι Συνοικῶν ταύτῃ οὐ βλάπτο μαι. Εἰ ὁ δράκων συνοικῶν τῇ ἀσπίδι οὐ βλάπτε ται, πάντως καὶ σὺ οὐ βλαβήσῃ· ὁ γὰρ δράκων τῇ δρακαίνῃ συγγινόμενος, θάνατον λαμβάνει τὸν μισθὸν τῆς συμβιώσεως, τοιαύτης φύσεως τυγχάνοντος τοῦ θήλεος θηρίου. Ὅρα γοῦν, μήποτε ὅμοιόν ἐστι καὶ τὸ τῆς γυναικὸς πρᾶγμα. Παραθώμεθα δὲ ἀποδείξεις, ἐλέγχοντες τοὺς λογικοὺς ἀνθρώπους· Εἰ τὸ πῦρ τὴν καλάμην οὐκ ἀνάπτει, ἀλλὰ καὶ τὸν ἄῤῥην λίθον εἰ σπείσεις τῇ θηλείᾳ, πυρκαϊὰ γίνεται. Ἀλλ' ἐπειδὴ λέγετε καὶ γυναῖκα σωφρονεῖν δύνασθαι· τοῦτο σαφῶς ἐπίσταμαι. Καὶ ἀνὴρ μένων καθ' ἑαυτὸν εὐσχημονεῖν δύναται· τοῦτο ἀκριβῶς ἐπίσταμαι. Ἀνὴρ δὲ μετὰ γυναικὸς, κακόν· καὶ γυνὴ μετὰ ἀνδρὸς, δεινότερον κακόν. Ἂν πάλιν γυνὴ τῶν ἰδίων ἀποστᾶσα συγγενῶν, ξένῳ ἀνδρὶ συνοικεῖν ἐπιχειρῇ τῆς ἐπιπλάστου ἀγάπης ἕνεκεν, τοῦτο μίξις λοιπὸν συζυγίας ἀθεμίτου πυρκαϊὰν ἐργαζομένης.

Τῷ χρόνῳ γὰρ ἀναθερμαινόμενοι τῇ ὁμοσκήνῳ συμβιώσει, ἀνάπτουσι τὴν ὕλην, καὶ ἐμπυρίζουσι τὴν οἰκίαν, μᾶλλον δὲ τὰ ἑαυτῶν σώματα καίουσιν εἰς γέενναν καὶ αἰωνίαν κόλασιν. Λέγε μοι, ὦ πολυμήχανον θηρίον, ἡ τὸ τοῦ προ 30.821 βάτου ἔνδυμα ἔχουσα, καὶ τὸ τῆς ἀσπίδος φρόνημα ἐνστερνισμένη· τί περιχρίεις, τί ὑποχρίεις σεαυτήν; τί χρώμασιν ἀλλοτρίοις ἀψύχοις προσλαμβάνεις μορ φὴν εἰδωλικήν; τί βασανίζεις σου τὰς τρίχας; τί προσθέτους πλοκάμους, καὶ κορύβαντας ἐπὶ κεφαλῆς ἀλλοτρίων προσθεμάτων καὶ νεκρῶν καὶ ἀλόγων ζώων ἀνιστᾷς, διὰ τῆς κεφαλῆς, καὶ ὄψεως, καὶ διὰ τῆς τῶν ἀλλοτρίων ἱματίων ποικιλίας ἐξαπατῶσα καὶ ἐκμαλάσσουσα καὶ ἑλλεβορίζουσα τὰς ψυχὰς τῶν ἀνθρώπων; Ἡ γὰρ ἄπιστος γυνὴ πολυτρόπους ἀψύχους ὕλας συνάγουσα, καὶ χρωμάτων ποικιλίας διὰ παντοδαπῶν χρωμάτων καὶ ἀσβόλης καὶ ἀσβέστου καὶ βοτανῶν, ἃ τῷ ἰδίῳ σώματι ἔξωθέν ἐστι, προσκολλή σασα, πολύμορφον ὥσπερ τι θηρίον, ἑαυτὴν ἀπειργάσατο. Ἡ δὲ πιστὴ γυνὴ, τούτων ὀφείλει ξένη τυγχά νειν, καὶ μάλιστα ἡ ἐπαγγελλομένη εἶναι Χριστιανή. Ἢ καταγινώσκεις τοῦ Θεοῦ, ὦ γύναι, ὅτι τοιαύτην σε ἔπλασεν; Ἄφες ὡς ἐπλάσθης εἶναι· μηδὲν ἑαυτῇ δι' εὐμηχανίας προσθῇς· μὴ γὰρ ἐμπειροτέρα εἶ τοῦ δημιουργήσαντός σε.

Τίνι δὲ καὶ ἀρέσαι βουλομένη ταῦτα ποιεῖς; Τῷ ἀνδρί; οὐκ ἔχεις ἄνδρα, ὥς γε ἔφης, ὦ παρθένε· εἰ δὲ καὶ ἔχεις, οἶδέ σου τὴν πολυμήχανον σύνθεσιν. Τί δελεάσμασι πολυτρόποις ὀρ γανώσασα τὸ σῶμα, θηρεύεις τὰς ψυχὰς τῶν ἀνθρώ πων πρὸς ἀπώλειαν; καὶ πῶς τὸν Χριστὸν ἐπικαλεῖ σθαι τολμᾷς, ἢ ἐκκλησίας οὐδὸν πατεῖν, ξοάνων μορ φὰς ἀψύχων ἐν ὅλῳ τῷ σώματι διὰ χρυσοῦ τοῦ ἀπολλυμένου φέρουσα, μᾶλλον δὲ πομπευομένη ὑπ' αὐτῶν, καὶ πολλὴν συστροφὴν ἀκολάστων ἀνδρῶν πρὸς τὴν ἑαυτῆς ἔκθεσμον θέαν ἐφελκομένη; Ἀλλὰ τίνι ταῦτα λαλοῦμεν; Λογικῷ ζώῳ ἑρπη στικῶν δρακόντων προαίρεσιν ἔχοντι. Οὔτε σε αἱ Γρα φαὶ πείθουσιν, οὔτε ἡ γέεννα φοβεῖ, οὔτε ἡ τῶν ἀνθρώπων νουθεσία κατανύσσει; Κἂν τὴν ἑαυτῆς φύσιν αἰδέσθητι, μετάβαλέ σου τὴν ὄψιν, μὴ ἀπεργάζου ταύτην εἰδωλικὸν χαρακτῆρα, μὴ μιμοῦ τὰς τὴν ἑται ρικὴν καὶ μοιχιαίαν αἰσχύνην ὑπερχομένας. Ἐκεῖναι γὰρ τῆς ἀνομίας θυγατέρες τυγχάνουσαι, ἔθος τοιοῦ τον πράττειν ἔχουσι. Σοὶ δὲ τίς τοιαύτην ἐνετείλατο τὴν παραγγελίαν; ἄρα ποῖαι Γραφαὶ προφητικαὶ, ἢ ποῖα Εὐαγγέλια, ποῖαι δὲ ἀποστολικαὶ παραγγελίαι; Ἐγὼ οἶδα, ὅτι αἱ θεῖαι Γραφαὶ καὶ τὰς ἐξ ἔθους ἐχούσας τοῦτο πράττειν ἀπείργουσι τοῦ μηκέτι ἐπιτελεῖν τὰς εἰδωλομόρφους ἐξομοιώσεις.