Μονονουχὶ ἡμεροῖ τὸ διάπυρον τοῦ προφήτου συγκαταβῆναι· Οὐκ ἐπάξω γὰρ, φησὶ, τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ. Καὶ μετὰ τὴν ἄφεσιν οὐκ ἀπέστη τῆς πονηρίας· καὶ συνεχώρει ὁ συγχωρῶν, οὐκ ἀπιδὼν τὸ μέλλον, ἀλλὰ τῷ προσκαίρῳ τὸ δέον ἀποδιδούς. ∆ικαίου γὰρ δικαστοῦ ἐστι πρὸς ἕκαστον τῶν γεγενημένων δικαίως ἀποκοίνασθαι. Ι∆ʹ. Πάλιν ὁ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τοῦ θυσιαστηρίου. Ξηρὰ γίνεται αὐτοῦ ἡ χεὶρ, ἐπειδὴ ἐκέλευσεν συλληφθῆναι τὸν προφήτην. Αὐτῇ τῇ πείρᾳ ἐπιγνοὺς τὴν ἐνέργειαν τοῦ ἐλθόντος, λέγει· ∆εήθητι τοῦ Κυρίου, καὶ κατασταθῇ ἡ χείρ μου. ∆ιὰ τὸ εἰπεῖν τὸν Ἱεροβοὰμ, ∆εήθητι, ἰάσατο ὁ προφήτης· σὲ ἆρα ὁ Χριστὸς οὐ δύναται ἰάσασθαι; Γέγονε καὶ Μανασσῆς παρανομώτατος, ὁ τὸν Ἡσαΐαν πρίσας· τί τούτου παρανομώτατον; Αἰχμάλωτος ἀπῆλθεν εἰς Βαβυλῶνα, ἐπάξια παθὼν τῆς αὑτοῦ προαιρέσεως ὑπὸ τῶν ἐχθρῶν. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἐταπεινώθη Μανασσῆς, καὶ ἐξωμολογήσατο τῷ Κυρίῳ, καὶ εἰσήκουσε Κύριος, καὶ ἐπανήγαγεν αὐτὸν εἰς τὴν βασιλείαν. Ὁ τὸν προφήτην πρίσας διὰ μετανοίας ἐσώθη· καὶ σὺ τῇ μετανοίᾳ ἀπιστεῖς; ΙΕʹ. Βούλεσθε γνῶναι τὸ ἰσχυρὸν τοῦτο τῆς σωτηρίας ὅπλον, πόσον ἐξομολόγησις ἰσχύει καὶ κατὰ τῶν πολεμίων; Ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας Ἐζεκίας δι' ἐξομολογήσεως ἐτρέψατο. Καὶ τοῦτο ἔτι δὲ μικρόν· ἀπόφασιν Θεοῦ ἔλυσε διὰ μετανοίας. Νοσήσαντι γὰρ αὐτῷ Ἡσαΐας φησίν· Ἀποθνήσκεις σὺ, καὶ οὐ ζήσῃ. Ποία ἐλπὶς, ποία σωτηρία ἢ προσδοκία, τοῦ προφήτου λέγοντος; Ἀλλ' οὐκ ἀπέστη τῆς μετανοίας· ἀλλὰ μεμνημένος τοῦ γεγραμμένου, Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, ἀπεστράφη εἰς τὸν τοῖχον, καὶ τείνας τὴν διάνοιαν διὰ τῆς προσευχῆς εἰς τὸν οὐρανὸν, Κύριε, φησὶν, μνήσθητί μου· αὔταρκες γὰρ εἰς ἰατρείαν τὸ σὲ μνησθῆναί μου. Οὐχ ὑποβέβλησαι χρόνοις, ἀλλ' αὐτὸς εἶ τῆς ζωῆς νομοθέτης· οὐ γὰρ κατὰ γένεσιν καὶ πλοκὴν ἄστρων ζῶμεν, ἀλλ' ὅτε βούλει. Καὶ ᾧ τὸ ζῇν εἰς ἀπελπισίαν περιέστη, τούτῳ πεντεκαιδεκαετὴς χρόνος εἰς ζωὴν προσετέθη· καὶ τὸ σημεῖον, δέκα ἀναβαθμοὺς ὁ ἥλιος ὑπέστρεψε. ∆ιὰ δὲ τὸν Ἰησοῦν ὁ ἥλιος ἐξέλειψεν, οὐκ ἀναποδίσας, ἀλλ' ἐκλιπὼν, καὶ δείξας τὴν διαφορὰν ἑκατέρων. Καὶ ὁ μὲν ἴσχυσεν ἀπόφασιν Θεοῦ λῦσαι· Ἰησοῦς δὲ οὐ χαρίζεται ἄφεσιν ἁμαρτιῶν; Ἀπόστρεψον καὶ στέναξον καὶ αὐτός· ἀπόκλεισον τὴν θύραν· πρόσευξαι ἵνα σοι ἀφεθῇ, ἵνα σου περιέλῃ τὰς φλόγας τὰς καυστικάς· ἰσχύει 33.421 γὰρ ἐξομολόγησις σβέσαι καὶ πῦρ, ἰσχύει καὶ λέοντας ἡμερῶσαι. Ιʹ. Εἰ δὲ ἀπιστῇς, ἐννόησον τί συγκατέβη ποτὲ τοῖς περὶ τὸν Ἀνανίαν. Εἰς τὴν κάμινον τοῦ πυρὸς ποίας ἀνέῤῥηξαν πηγάς; πόσον ὕδατος μέτρον τὴν ἐπὶ τεσσαράκοντα ἐννέα πήχεις ἀνερχομένην φλόγα σβέσαι δύνατον ἦν; Ἀλλ' ὅπου μεγάλως ἡ φλὸξ ὑπερανέβη, ἐκεῖ πηγὴ μετανοίας ἐξεχύθη πολλὴ, λεγόντων αὐτῶν· Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν· καὶ, Ἡμάρτομεν, καὶ ἠνομήσαμεν, καὶ ἠδικήσαμεν. Εἶτα τὰς μὲν καμίνου φλόγας ἔπαυσεν ἡ μετάνοια· ἀπιστεῖς δὲ, ὅτι δύναται καὶ τὸ τῆς γεέννης ἀποσβέσαι πῦρ; Ἀλλὰ ἐρεῖ μοί τις τῶν ὀξέως ἀποκρινομένων, ὅτι τοῖς παροῦσιν ἀνοίκειος ἡ διήγησις· διὰ γὰρ τὸ μὴ θελῆσαι τοὺς περὶ τὸν Ἀνανίαν εἰδωλολατρῆσαι, τὴν παράδοξον δύναμιν ἔδωκεν ὁ Θεός. Συμπεριφερόμενος δὲ τῷ τοιούτῳ, καὶ τὸ τῶν ὑποδειγμάτων ὁρῶν δαψιλὲς, ἔρχομαι λοιπὸν καὶ ἐφ' ἕτερον τύπον μετανοίας. ΙΖʹ. Τίνα γὰρ ὑπόνοιαν ἔχεις περὶ Ναβουχοδονόσορ; Οὐκ ἤκουσας ἀπὸ τῶν Γραφῶν, ὅτι δυσσεβέστατος ἦν, καὶ ἀγριώτατος τὸν τρόπον, καὶ λεοντώδη τὴν προαίρεσιν ἔχων; οὐκ ἤκουσας, ὅτι τὰ ὀστέα τῶν βασιλέων ἐκ τῶν τάφων ἐξήνεγκεν εἰς τὸ φῶς; οὐκ ἔγνως, ὅτι τὸν λαὸν αἰχμάλωτον ἀπήγαγεν; οὐκ ἤκουσας, ὅτι τοὺς ὀφθαλμοὺς τοῦ βασιλέως ἐξετύφλωσε, προδείξας αὐτῷ τὰ τέκνα σφαττόμενα; οὐκ ἤκουσας, ὅτι τὰ χερουβὶμ ἥρπασεν, οὐ λέγω τὰ νοητὰ καὶ ἐπουράνια, ἀλλὰ τὰ ἐν τῷ ναῷ κατεσκευασμένα, τὰ ἐπὶ τὸ ἱλαστήριον τῆς κιβωτοῦ, ὧν ἀνάμεσον ἐλάλει ὁ Κύριος; Οὗτος ὁ Ναβουχοδονόσορ τὸ καταπέτασμα τῆς ἁγιωσύνης κατέσπασε, τὸ θυσιαστήριον ἀνέτρεψε, καὶ λαβὼν τὰ σκεύη πάντα εἰς εἰδωλεῖον ἀπήνεγκεν· αὐτὸν