φιλόχριστοι καὶ φιλόθεοι. τῇ τοῦ κυρίου καὶ δεσπότου ὑπαντῇ φαιδροὶ πάντες καὶ καθαροὶ ὑπαντήσωμεν, μὴ νομικῶς, ἀλλὰ πνευματικῶς, μὴ γαστρὶ τρυφῶντες, ἀλλὰ πνεύματι σκιρτῶντες, μὴ οἴνῳ μεθύοντες, ἀλλὰ τῷ πνεύματι ζέοντες. οὕτως σήμερον φαιδροὶ φαιδρῶς τὰς λαμπάδας κοσμήσωμεν. οὕτως ὡς υἱοὶ φωτὸς τοὺς κηροὺς τῷ φωτὶ τῷ ἀληθινῷ Χριστῷ προσαγάγωμεν, διότι φῶς εἰς ἀποκάλυψιν ἐθνῶν τῷ κόσμῳ ἐπέφανε. διὸ ὡς φῶτα ἐκ φωτὸς ὑπὲρ χιόνα ἀναλάμψωμεν, ὑπὲρ γάλα τυρωθέντες, ὑπὲρ λίθον σάπφειρον αὐγασθέντες, ὑπὲρ περιστερὰς ἀσπίλους εἰς οὐρανοὺς ἀναπτάντες, οὕτως ἐν νεφέλαις εἰς θεοῦ ὑπάντησιν ἐξέλθωμεν. 16 Ἅπαντες σήμερον καὶ διὰ παντὸς τὰ τῆς ἑορτῆς βοήσωμεν. μετὰ ἀγγέλων χορεύσωμεν. μετὰ ποιμένων καταυγασθῶμεν. μετὰ μάγων προσκυνήσωμεν. μετὰ τῆς Βηθλεὲμ ἑορτάσωμεν. μετὰ τῆς Σιὼν ὑπαντήσωμεν. μετὰ τοῦ ναοῦ ἁγιασθῶμεν. μετὰ τῆς παρθένου μεγαλύνοντες ἀγαλλιασθῶμεν. μετὰ Ἰωσὴφ προσενέγκωμεν ὡς δύο τρυγόνας τὴν ψυχὴν καὶ τὸ σῶμα. μετὰ Συμεὼν Χριστὸν ἐναγκαλισώμεθα, καὶ μετὰ Ἄννης ἀνθομολογησώμεθα. ὅπως τῶν αἰωνίων ἀγαθῶν ἐντὸς γενώμεθα χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.